Ancient Greek
257.6 to 257.10
Mullach Fpg2, Paratexta 257.6-10
Unproofread scanNot analysed yet
TI. Πάνυ μὲν οὖν, καὶ κατὰ δύναμιν γε οὐδὲν ἀλείψομεν: οὐδὲ γὰρ ἂν εἴη δίκαιον χθὲς ὑπὸ σοῦ ξενισθέντας οἷς ἤν πρέπον ξενίους μὴ οὐ προθύμως σὲ τοὺς λοιποὺς ἡμῶν ἀνταπεστῆν. ΣΩ. Ἄρ' οὖν μέμνησθε ὅσα ἡμῖν καὶ περὶ ὧν ἐπεταξά εἰκέν; TI. Τὰ μὲν μεμνήμεθα, ὅσα δὲ μή, σὺ παρὼν ὑπομνήσεις. Μᾶλλον δέ, εἰ μὴ τί σοι χαλεπόν, ἐξ ἀρχῆς διὰ βραχέων πάλιν ἐπάνελθε αὐτά, ἵνα βεβαιωθῇ μᾶλλον παρ' ἡμῖν. ΣΩ. Ταῦτ' ἔστι. Χθὲς πού τῶν ὑπ' ἐμοῦ ῥηθέντων λόγων περὶ πολιτείας ἦν τὸ κεφάλαιον, οἷα τα καὶ ἐξ οἷον ἀνδρῶν ἀρίστη καταρᾶναι' ἂν μοι γενέσθαι. TI. Καὶ μᾶλα γε ἡμῖν, ὦ Σώκρατες, ῥηθείσα πᾶσι κατὰ νοῦν. ΣΩ. Ἄρ' οὖν οὐ τὸ τῶν γεωργῶν, ὅσαι τε ἄλλαι τέχναι, πρῶτον ἐν αὐτῇ χωρὶς διελόμεθα ἀπὸ τοῦ γένους τοῦ τῶν προπολεμησόντων;