Ancient Greek
259.1
Mullach Fpg2, Paratexta 259.1
Unproofread scanNot analysed yet
δι ἀγῶνα, εἰς ἐπιθυμίαν ἀπείκοτο θεάσασθαι χινοῦ-μενὰ τε αὐτὰ καὶ τὶ τῶν τοῖς σώμασι δοκοῦντων προσ-ήκειν κατὰ τὴν ἀγῶνίαν ἀθλοῦντα. Ταῦτόν καὶ ἐγὼ πάποντα πρὸς τὴν πόλιν ἣν διηλθόμεν· ἧδεως γὰρ ἂν τοῦ λόγου διεξιόντος ἀκούσαιμ’ ἂν, ἀθλοὺς οὓς πόλις ἀθλεῖ, τούτους αὐτὴν ἀγωνιζομένην πρὸς πολέας ἀλλὰς, πρεπόντως εἰς τε πόλεμον ἀπικομένην καὶ ἐν τῷ πολε-μεῖν τὰ προσήκοντα ἀποδιδοῦσαν τῇ παιδείᾳ καὶ τροφῇ κατὰ τὰ τὰς ἐν τοῖς ἔργοις πράξεις καὶ κατὰ τὰς ἐν τοῖς λόγοις διαμηνύσεις πρὸς ἑκάστας τῶν πόλεων. Ταῦτ’ οὖν, ὦ Κριτία καὶ Ἑρμοχράτες, ἐμαυτοῦ μὲν αὐτὸς κατέγνωκα μὴ ποτ’ ἂν δυνατὸς γενέσθαι τοὺς ἀνδρὰς καὶ τὴν πόλιν ἰκανῶς ἐγκωμιάσαι. Καὶ τὸ μὲν ἡμῶν οὐδὲν ὀλιγωρησάτ’· ἀλλὰ τὴν αὐτὴν δόξαν εἶ-ληφα καὶ περὶ τῶν πάλαι γενομένων καὶ τῶν νῦν δυνατῶν ποιητῶν, οὗ τι τὸ ποιητικὸν ἀτιμάζων γένος. ἀλλὰ παντὶ ὁρῶν ὡς τὸ μιμητικὸν ἔθνος, οἷς ἂν ἐντραφῇ, ταῦτα μιμεῖσθαι βέστα καὶ ἀρίστα, τὸ δ’ ἐκτὸς τῆς τροφῆς ἑκάστους γιγνόμενον χαλεπὸν μὲν ἔργος, ἐπεὶ δὲ χαλεπωτέρων λόγοις εὖ μιμεῖσθαι. Τὸ δὲ τῶν σο-φιστῶν γένος αὖ πολλῶν μὲν λόγων καὶ καλῶν ἄλλων μάλ’ ἐμπειρὸν ἔοιχε, φοβοῦμαι δὲ μὴ πως, ἅτε πλανητῶν ἂν κατὰ πόλεις οἰκήσεις τε ἰδίας οὐδαμῇ διμο-κηχός, ἀστοχῶν ἅμα φιλοσόφων ἀνδρῶν ἦ καὶ πολιτι-κῶν, δρ’ ἂν οἷά τε ἐν πολέμῳ καὶ μάχαις πράττοντες ἔργα καὶ λόγῳ προσομιλοῦντες ἑκάστοις πράττοιν καὶ λέγοιν. Καταλείπεται δὴ τὸ τῆς ὑμετέρας ἔξεως γένος, ἅμα δημοτέρων φύσει καὶ τροφῇ μετέ-χον. Τίμαιός τε γὰρ ὧδε, εὐνομοτάτης ὧν πόλεως τῆς ἐν Ἰταλίᾳ Λοχρίδος, οὐσία καὶ γένει οὐδενὸς ὑστε-ρος ὧν τῶν ἐκεῖ, τὰς μεγίστας μὲν ἀρχὰς τε καὶ τιμὰς τῶν ἐν τῇ πόλει μεταχειρίσταί, φιλοσοφίας δ’ αὖ κατ’ ἑαυτὸν δόξαν ἐπ’ ἀκρον ἀπάσης ἐλήλυθε· Κριτίαν δὲ πού πάντες οἱ τῆδ’ ἰσμεν οὐδενὸς ἰδιώτην ὄντα ὧν λέγομεν· τῆς δ’ Ἑρμοχράτου αὖ περὶ φύσεως καὶ τροφῆς, πρὸς ἅπαντα ταῦτ’ εἶναι ἰκανῆς πολλῶν μαρ-τυρούντων πιστευτέον. Διὸ καὶ χθὲς ἐγὼ διανοούμε-νος ὑμῶν δεομένως τὰ περὶ τῆς πολιτείας διελθεῖν προθύμως ἐχαριζόμην, εἰδὼς ὅτι τὸν ἐξῆς λόγον οὐδέ-νας ἂν ὑμῶν θελοντῶν ἰκανώτερον ἀποδοῖεν· εἰς γὰρ πόλεμον πρέποντα καταστήσαντες τὴν πόλιν ἅπαντ’ αὐτῇ τὰ προσήκοντα ἀποδοῖτ’ ἂν μόνοι τῶν νῦν. Εἰ-πὼν δὴ τάπιτυχθέντα ἀντεπέταξα ὑμῖν ἂ καὶ νῦν λέγω· ξυνωμολογήσατ’ οὖν κοινῇ σκεψάμενοι πρὸς ἡμᾶς αὐ-τὸν εἰς νῦν ἀνταποδώσειν μοι τὰ τῶν λόγων ξένια, πάρειμι τε σὺν δὲ κεκοσμημένος ἐπ’ αὐτὰ καὶ πάντων ἐτοιμότατος ὧν δέχεσθαι.