Ancient Greek
26.2
Mullach Fpg2, Paratexta 26.2
Unproofread scanNot analysed yet
(36) David. Scholl. Arist. p. 13 ed. Brandis. :τοῦτο δὲ οὐκ ἐχόμεν δεῖξαι ἀπὸ Πυθαγορείων συγγραμμάτων· οὐκ ἐποίησε γὰρ σύγγραμμα ὁ Πυθαγόρας· ἔλεγε γὰρ ὅτι οὐ βούλομαι ἐν ἀθῴοις τὰ ἐμὰ καταλιπεῖν (ἀθῴοις δὲ ἐκάλε τὰ βιβλία) ἀλλ’ ἐν ἐμφύοις· ἤτοι ἐν τοῖς μαθηταῖς, οἷντες καὶ ἐρωτώμενοι δύνανται ἀποκρίνεσθαι, τὸ δὲ βιβλίον οὔ. Καὶ ὡς ἔλεγε τις τῶν Πυθαγορείων, Οὐ δύναται διδάξαι με τὰ βιβλία· ἄλλα γὰρ ἀεὶ καὶ ἄλλα περὶ τῶν αὐτῶν φθέγγομαι, τὸ δὲ γε βιβλίον τὰ αὐτὰ ἀεὶ περὶ τῶν αὐτῶν λέγει, καὶ οὐ δύναται πρὸς τὸ ἐρωτώμενον ἀποκρίνασθαι. . . . Μηδὲ γὰρ τις οἴεσθω τὰ χρυσὰ ἐπὶ αὐτοῦ εἶναι, ἀλλὰ τις τῶν Πυθαγορείων ἐποίησε ταῦτα καὶ πρὸς τιμὴν ἔγραφε τὸ ὄνομα τοῦ οἰκείου διδασκάλου. Id. Scholl. Arist. p. 28 a. ed. Brandis. :ἐν οἷς ζητεῖσθαι καὶ τὸ γνήσιον διὰ τὴν γινομένην νοθεσίαν· νοθεύονται γὰρ τὰ βιβλία πενταχῶς· ἢ γὰρ δι’ εὐγνωμοσύνην μαθητῶν τὰ οἰκεῖα συγγράμματα τοῖς οἰκείοις διδασκάλοις ἀνατιθέντων, ὡς τὰ Πυθαγόρου καὶ Σωκράτους ἐπιγραφόμενα βιβλία, μὴ δῆτα Σωκράτους ἢ Πυθαγόρου ἀλλὰ Σωκρατικῶν καὶ Πυθαγορικῶν· ἢ διὰ φιλοτιμίαν βασιλικὴν· Ἰοβάζους γὰρ τοῦ Λύδων βασιλέως συνάγοντος τὰ Πυθαγόρου καὶ Πτολεμαίου τοῦ Ἀριστοτέλους, τινὲς καπηλείας χάριν τὰ τυχόντα συγγράμματα λαμβάνοντες ἐξέδιδουν καὶ ἔστησαν διὰ παραθέσεως νέων πυρρῶν (ieg. μηρῶν), ἵνα σχοῖεν ὄψιν τὴν ἐκ τοῦ χρόνου ἀξιοπιστόν· ἢ δι’ ὀμνυμάτων συγγραφέων τὰ συγγραμμάτων τῇ ὑπομνήματι.