Ancient Greek
260.5
Mullach Fpg2, Paratexta 260.5
Unproofread scanNot analysed yet
KP. Ἐγὼ φράσω παλαιὸν ἀκηκοὺς λόγον οὐ νέου ἀνδρός. Ἦν μὲν γὰρ δὴ τότε Κριτίας, ὡς ἔφη, σχεδὸν ἔγγυς ἤδη τῶν ἐνενηκόντα ἐτῶν, ἐγὼ δὲ πρὸ μᾶλλον δεκάτης· ἡ δὲ Κουρεώτις ἡμῖν οὕσα ἐτύγχανεν Ἀπαιτουρίων. Τὸ δὴ τῆς ἑορτῆς σύνθες ἐκάστοτε καὶ τότε ξυνέβη τοῖς παισίν· ἤθλα γὰρ ἡμῖν οἱ πατέρες ἔθεσαν ῥαψῳδίας. Πολλῶν μὲν οὖν δὴ καὶ πολλὰ ἐλέχθη ποιητῶν ποιήματα, ὧν δὲ νέα κατ᾽ ἐκεῖνον τὸν χρόνον ὄντα τὰ Σόλωνος πολλοὶ τῶν παίδων ἤσαμεν. Εἶπεν οὖν δὴ τις τῶν φρατόρων, εἰτε δὴ δοκοῦν αὐτῷ τότε εἶτε καὶ χάριν τινὰ τῷ Κριτίᾳ φέρων, δοκεῖν οἱ τὰ τε ἄλλα σοφώτατον γεγονέναι Σόλωνα καὶ κατὰ τὴν ποίησιν αὐτὸν τῶν ποιητῶν πάντων ἐλευθερώτατον. Ὁ δὴ γέρων, σφόδρα γὰρ οὖν μέμνημαι, μάλᾳ τε ἤσθη καὶ διαμειδιάσας εἶπεν· Εἰ γε, ὦ Ἀμυνάνδρε, μὴ παρέργῳ τῇ ποιήσει κατεχρήσατο, ἀλλ᾽ ἐσπουδάκει καθάπερ ἄλλοι, τὸν τε λόγον ὃν ἀπ᾽ Αἰγύπτου δεῦρ᾽ ἠνέγκατο ἀπετέλεσε, καὶ μὴ διὰ τὰς στάσεις ὑπὸ κακῶν τε ἄλλων, ὅσα εὖρεν ἐνθάδε ἡκων, ἠναγκάσθη καταμελήσαι, κατὰ γ᾽ ἐμὴν δόξαν οὔτε Ἡσίοδος οὔτε Ὀμηρος οὔτε ἄλλος οὐδεὶς ποιητὴς εὐδοκιμώτερος ἐγένετο ἂν ποτε αὐτοῦ.