Ancient Greek
267.19
Mullach Fpg2, Paratexta 267.19
Unproofread scanNot analysed yet
τὴν τοῦ θεοῦ γενέσθαι πρόνοιαν. |τὸ περὶ ἐκεῖνω δύο ζῴων, οὐ μέρος ἄν εἴη ἐκεῖνω, καὶ οὐκ ἂν ἐτι ἐκεῖνον ἀλλ’ ἐκεῖνον τῷ περιέχοντι τοῦτ’ ἂν ἀρωμοιωμένον λέγοιτο ὁρθότερον. Ἵνα οὖν τοῦτο κατὰ τὴν μόνωσιν ὁμοιον ἢ τῷ παντελεῖ ζῷῳ, διὰ ταῦτα οὔτε δύο οὔτ’ ἀπεῖρους ἐποίησεν ὁ ποιῶν κόσμους, ἀλλ’ εἰς ὁδε μονογενὴς οὐρανὸς γεγονὼς ἐστι τε καὶ ἐτ’ ἔσται. Σωματοποιεῖς δὲ τῷ καὶ ὁρατὸν ἀπτόν τε δεῖ τὸ γενόμενον εἶναι. Χωρισθὲν δὲ πυρὸς οὐδὲν ἂν ποτε ὁρατὸν γένοιτο, οὐδὲ ἀπτόν ἄνευ τινὸς στερεοῦ, στερεὸν δὲ οὐκ ἄνευ γῆς· ὅθεν ἐκ πυρὸς καὶ γῆς τὸ τοῦ παντὸς ἀρχόμενος ξυνιστάναι σῶμα ὁ θεὸς ἐποίησε. Δύο δὲ μόνω καλῶς ξυνίστασθαι τρίτον χωρὶς οὐ δυνατὸν· δεσμὸν γὰρ ἐν μέσῳ δεῖ τινα ἀμφοῖν ξυναγωγὸν γίγνεσθαι. Δεσμὸν δὲ καλλίστος ὁς ἂν αὐτὸν καὶ τὰ ξυνδοῦμενα ὅτι μάλιστα ἐν ποιή. Τοῦτο δὲ πέφυκεν ἀναλογία κάλλιστα ἀποτελεῖν· ὅποταν γὰρ ἀριθμῶν τριῶν εἴτε ὀγκῶν εἴτε δυνάμεων ἀντινοοῦν ἢ τὸ μέσον, δ, τι περ τὸ πρῶτον πρὸς αὐτό, τοῦτο αὐτὸ πρὸς τὸ ἔσχατον, καὶ πάλιν αὐθὶς δ, τι τὸ ἔσχατον πρὸς τὸ μέσον, τοῦτο τὸ μέσον πρὸς τὸ πρῶτον, τότε τὸ μέσον μὲν πρῶτον καὶ ἔσχατον γιγνόμενον, τὸ δ’ ἔσχατον καὶ τὸ πρῶτον αὐ μέσα ἀμφοτέρα, πάνθ’ οὕτως ἐξ ἀνάγκης ταῦτα εἶναι ξυμβήσεται, ταῦτα δὲ γενόμενα ἀλλήλοις ἐν πάντα ἔσται.