Ancient Greek
270.2
Mullach Fpg2, Paratexta 270.2
Unproofread scanNot analysed yet
XVIII. §12. Οὕτως δὴ πᾶς ὅντως ἀεὶ λογισμὸς θεοῦ περὶ τὸν ποτὲ ἐσόμενον θεὸν λογισθεὶς λείων καὶ ὁμαλὸν πανταχῇ τε ἐκ μέσου ἴσον καὶ ὅλον καὶ τέλεον ἐκ τελείων σωμάτων σῶμα ἐποίησε· ψυχὴν δὲ εἰς τὸ μέσον αὐτοῦ θεὶς διὰ παντὸς τε ἔτεινε καὶ ἕτι ἐξωθεν τὸ σῶμα αὐτῇ περιεκάλυψε ταύτη, καὶ κύκλῳ δὴ κύκλον στρεφόμενον οὐρανοὺν ἕνα μόνον ἕρμην κατέστησε, δι' ἀρετὴν δὲ αὐτὸν αὐτῷ δυνάμενον ἑαυτῷ γενέσθαι καὶ οὐδενὸς ἑτέρου προσδεόμενον, γνῶριμον δὲ καὶ φίλον ἑκανὸς αὐτὸν αὐτῷ. Διὰ πάντα δὴ ταῦτα εὐδαίμονα θεὸν αὐτὸν ἐγεννήσατο.