Ancient Greek
275.1
Mullach Fpg2, Paratexta 275.1
Unproofread scanNot analysed yet
σώματα δεθέντα ζῷα ἐγεννήθη τó τε προσταχθὲν ἔμαθε, κατὰ δὲ τὴν ὀστέρου φορὰν πλαγίαν οὖσαν διὰ τῆς ταύτου φορᾶς ἰούσης τε καὶ κρατουμένης, τὸ μὲν μειζῶν αὐτῶν, τὸ δὲ ἐλάττω κύκλῳ ἰόν, ὀξέστερον μὲν τὰ τὸν ἐλάττω, τὰ δὲ τὸν μειζῶν βραδύτερον περιεῖν. Τῇ δὲ ταύτου φορᾷ τὰ τάχιστα περιόντα ὑπὸ τῶν βραδύτερον ἰόντων ἐφαίνετο καταλαμβάνοντα καταλαμβάνεσθαι. Πάντας γὰρ τοὺς κύκλους αὐτῶν στρέφουσα ἔλκυα, διὰ τὸ διχῇ κατὰ τὰ ἐναντία ἄμα προτένειν, τὸ βραδύτατα ἀπίων ἀφ' αὐτῆς οὖσης ταχίστης ἐγγύτατα ἀπέφαινε.