Ancient Greek
275.4
Mullach Fpg2, Paratexta 275.4
Unproofread scanNot analysed yet
§16. Καὶ τὰ μὲν ἄλλα ἤδη μέχρι χρόνου γενέσεως ἀπεῖργαστο εἰς ὁμοιότητα ὡ παρ ἀπεικάεστο, τῷ δὲ μῆπω τὰ πάντα ζῷα ἐντὸς αὐτοῦ γεγενημένα περιειληφέναι, ταύτη ἔτι εἶχεν ἀνομοίως. Τοῦτο δὴ τὸ καταλοίπον ἀπειργάζετο αὐτοῦ πρὸς τὴν τοῦ παραδείγματος ἀποτυπούμενος φύσιν. Ὑπερ οὖν νοῦς ἑνούσας ἰδέας τῷ ὃ ἐστι ζῷῳ, οἷαί τε ἔνεισι καὶ θυσί, καθορᾷ, τοιαύτας καὶ τοσαύτας διενόηθη δεῖν καὶ τοδε σχεῖν. Εἰσί δὲ τέτταρες, μία μὲν οὐράνιον θεῶν γένος, ἄλλη δὲ πτηνὸν καὶ ἀεροπόρον, τρίτη δὲ ἐνυδρον εἶδος, πεζὸν δὲ καὶ χερσαῖον τέταρτον. Τοῦ μὲν οὖν θεοῦ τὴν πλείστην ἰδέαν ἐκ πυρὸς ἀπήρξατο, ὅπως ὅτι λαμπρότατον ἰδεῖν τε κάλλιστον εἴη, τῷ δὲ παντὶ προσεικάζων εὐκύκλον ἐποίησε, τίθησι τε εἰς τὴν τοῦ κρατίστου φρόνησιν ἐκεῖνον ξυνεπόμενον, νεῖμας περὶ πάντα κύκλῳ τὸν οὐρανόν, κόσμον ἀληθινὸν αὐτῷ πεποιικλμένον εἶναι καθ' ὅλον. Κινήσεις δὲ δύο προσήψεν ἑκάστῳ, τὴν μὲν ἐν ταυτῷ κατὰ ταῦτά περὶ τῶν αὐτῶν ἀεὶ τὰ αὐτὰ ἐαυτῇ διανουμένη, τὴν δὲ εἰς τὸ πρόσθεν ὑπὸ τῆς ταυτοῦ καὶ