Ancient Greek
278.1
Mullach Fpg2, Paratexta 278.1
Unproofread scanNot analysed yet
δεῖ δέ, εἰ μέλλει τέλος ἰκανὸς εἶναι. Δι’ ἐμοῦ δὲ ταῦτα γενόμενα καὶ βίου μετασχόντα θεοῖς ἰσάζοιτ’ ἄν. ‘Ἴν’ οὖν θνητὰ τε ἢ τὸ τε πᾶν τοῦτο ὅντως ἅπαν ἢ, τρέπεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν ζῴων δημιουργίαν, μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν, καὶ καθ’ ὅσον μὲν αὐτῶν ἀθανάτοις ὁμοῦνμον εἶναι προσήκει, θεῖον λεγόμενον ἡγεμονοῦν τ’ ἐν αὐτοῖς τῶν ἀεὶ δίκην καὶ ὑμῖν ἐθελόντων ἔπεσθαι, σπεῖρας καὶ ὑπαρξάμενος ἐγὼ παραδώσω· τὸ δὲ λοιπὸν ὑμεῖς, ἀθανάτω θνητὸν προσωφαίνοντες, ἀπεργάζεσθε ζῷα καὶ γεννᾶτε τροφὴν τε διδόντες αὐξάνετε καὶ φθίνοντα πάλιν δέχεσθε.