Ancient Greek
278.3
Mullach Fpg2, Paratexta 278.3
Unproofread scanNot analysed yet
ἑκάστην πρὸς ἑκάστον, καὶ ἐμβαδύσας ὡς ἐς ὄχημα τὴν τοῦ παντὸς φύσιν ἔδειξε, νόμους τε τοὺς ἐπιμεμένους εἶπεν αὐτάς, ὅτι γένεσις πρώτη μὲν ἔσοιτο τεταγμένη μία πᾶσιν, ἵνα μὴ τις ἐλαττοῦτο ὑπ’ αὐτοῦ, δεοὶ δὲ σπαρείσας αὐτὰς εἰς τὰ προσήκοντα ἑκάστοις ἑκάστα ὄργανα χρόνου φύναι ζῴων τὸ θεοσεβέστατον, διπλῆς δὲ οὗσης τῆς ἀνθρωπίνης φύσεως τὸ κρεῖττον τοιούτων εἴη γένος, ὁ καὶ ἔπειτα κεκλήσοιτο ἀνήρ. Ὅποτέ δὲ σώμασι ἐμπτευθεῖεν ἐξ ἀνάγκης, καὶ τὸ μὲν προσοῖ, τὸ δ’ ἀπλοῖ τοῦ σώματος αὐτῶν, πρῶτον μὲν αἰσθήσιν ἀναγκαῖον εἴη μίαν πᾶσιν ἐκ βιαίων παθημάτων ζύμφυτον γίγνεσθαι, δεύτερον δὲ ἡδονὴ καὶ λύπη μεμιγμένον ἔρωτα, πρὸς δὲ τούτοις φόβον καὶ θυμὸν ὅσα τε ἐπόμενα αὐτοῖς καὶ ὅποσα ἐναντίως πέφυκε διεστηκότα· ὧν εἰ μὲν κρατήσειαν, ἐν δίκῃ βιώσοιντο, κρατηθέντες δὲ ἀδίκια. Καὶ ὁ μὲν εὖ τὸν πρόσθεν χρόνον βίου, πάλιν εἰς τὴν τοῦ ξυννόμου πορευθεὶς οἴκησιν ἀστρου, βίον εὐδαίμονα καὶ συνήθη