Ancient Greek
283.2
Mullach Fpg2, Paratexta 283.2
Unproofread scanNot analysed yet
Τὰς μὲν δὴ θείας περιόδους δύο οὐσίας, τὸ τοῦ παντὸς σχῆμα ἀπομιμησάμενοι περιφέρειας ὄν, εἰς σφαιροειδὲς σῶμα ἐνέδησαν, τοῦτο δὲ νῦν κεφαλὴν ἐπονομάζομεν, ὁ θειότατον τ' ἐστὶ καὶ τῶν ἐν ἡμῖν πάντων δεσποτόν. Ἡ καὶ πᾶν τὸ σῶμα περιέδωσαν ὑπηρεσίαν αὐτῷ ξυναθροίσαντες θεοί, κατανοήσαντες ὅτι πασῶν ὧσαι κινήσεις ἐσοιντο μετέχοι· ἵν' οὖν μὴ κυλινδούμενον ἐπὶ γῆς ὕψη τε καὶ βάθη παντοδαπὰ ἐχούσης ἀποροῖ τὰ μὲν ὑπερβαίνειν, ἔνδεν δὲ ἐκβαίνειν, ὁχμ' αὐτῷ τοῦτο καὶ εὐπόριαν, ἔδωσαν. Ὅθεν δὴ μήκος τὸ σῶμα ἔσχεν, ἐκτατὰ τε κώλα καὶ χαμπτά ἐφυσε τέτταρα θεοῦ μηχανησαμένου πορεῖα, οἷς ἀντιλαμβανόμενον καὶ ἀπερείδόμενον διὰ πάντων τόπων πορευθεῖν δυνατόν γέγονε τὴν τοῦ θειοτάτου καὶ ἱερωτάτου φέρον οἴκησιν ἐπάνωθεν ἡμῶν. Σκέλη μὲν οὖν χεῖρες τε ταύτη καὶ διὰ ταῦτα προσέφυ πᾶσι· τοῦ δ' ὀπισθεν τὸ πρόσθεν τιμιώτερον καὶ ἀρχικώτερον νομίζοντες θεοὶ ταύτῃ τὸ πολὺ τῆς πορείας ἡμῖν ἔδωσαν. Ἔδει δὴ διωρισμένον ἔχειν καὶ ἀνόμοιον τοῦ σώματος τὸ πρόσθεν ἀνθρώπων. Διὸ πρῶτον μὲν περὶ