Ancient Greek
285.3
Mullach Fpg2, Paratexta 285.3
Unproofread scanNot analysed yet
ἀμυδρὸν εἶδος ἐπιχειρεῖν λόγους ἐμφανίσαι. Τίνα οὖν ἔχον δύναμιν κατὰ φύσιν αὐτὸ ὑποληπτέον; τοιάνδε μάλιστα, πάσης εἶναι γενέσεως ὑποδοχὴν αὐτό, οἷον τὴν γῆν. Εἴρηται μὲν οὖν τάλθδὲς, δεῖ δ' ἐναργεστέρον εἰπεῖν περὶ αὐτοῦ. Χαλεπὸν δὲ ἄλλως τε καὶ διότι προσαπορήθηναί περὶ πυρὸς καὶ τῶν μετὰ πυρὸς ἀναγκαῖον τούτου χάριν· τούτων γὰρ εἰπεῖν ἕκαστον, ὁποῖον ὅντως ὕδωρ χρή λέγειν μᾶλλον ἢ πῦρ καὶ ὁποῖον ὁτιοῦν μᾶλλον ἢ καὶ ἅπαντα καὶ ἕκαστόν τε, οὕτως ὥστε τινὶ πίστει καὶ βεβαίῳ χρήσασθαι λόγῳ, χαλεπόν. Πῶς οὖν δὴ τοῦτ' αὐτὸ καὶ πῇ καὶ τί περὶ αὐτῶν εἰκότως διαπορηθέντες ἂν λέγοιμεν; πρῶτον μὲν ὅ δὴ νῦν ὕδωρ ὀνομάζομεν, πηγνύμενον, ὡς δοκοῦμεν, λίθους καὶ γῆν γιγνόμενον ὁρῶμεν, τηκόμενον δὲ καὶ διακρινόμενον αὐ ταύτων τοῦτο πνεῦμα καὶ ἀέρα, ἐγκαιούμενα δὲ ἀέρα πῦρ, ἀναπνῶν δὲ πῦρ συγχρῖθὲν καὶ κατασβεσθὲν εἰς ἰδέαν τε' ἀπλὸν αὐδὲς ἀέρος, καὶ πάλιν ἀέρα ξυνιόντα καὶ πυκνούμενον νέφος καὶ ὀμίχλην, ἐκ δὲ τούτων ἐπὶ μᾶλλον ξυμπιπλοῦμένων ῥέον ὕδωρ, ἐξ ὕδατος δὲ γῆν καὶ λίθους αὐδὲς, κύκλῳ τε οὕτω διαδιόντα εἰς ἄλληλα, ὡς φαίνεται, τὴν γένεσιν.