Ancient Greek
287.3
Mullach Fpg2, Paratexta 287.3
Unproofread scanNot analysed yet
ταῦτα οὐδαμῇ οὐδαμῶς, ἀλλὰ μάτην ἑκάστοτε εἶναι τί φαμεν εἶδος ἑκάστου νοοῦν, τὸ δὲ οὐδὲν ἄρ' ἦν πλὴν λόγος. Οὔτε οὖν δὴ τὸ παρὸν ἀκριτον καὶ ἀδίκαστον ἀφέντα ἀξίων φαῖνα διασυριζόμενον ἔχειν οὕτως, οὐτ' ἐπὶ λόγου μήκει πᾶρεργον ἄλλο μῆκος ἐπεμβλητέον· εἰ δὲ τις ὅρος ὁρισθεὶς μέγας διὰ βραχίων φαίνει, τοῦτο μάλιστα καιρώτατον γένοιτ' ἄν. Ὥδε οὖν τήν γ' ἐμὴν αὐτὸς τίθεμαι ψῆφον· εἰ μὲν νοῦς καὶ δόξα ἀληθὴς ἐστον δύο γένη, παντάπασιν εἶναι καθ' αὐτὸ ταῦτα, ἀναίσθητα ὑφ' ἡμῶν εἴδη, νοούμενα μόνον· εἰ δ' ὡς τισι φαίνεται, δόξα ἀληθὴς νοῦ διαφέρει το μηδὲν· πάνθ' ὅποσα αὐ διὰ τοῦ σώματος αἰσθανόμεθα, θετὸν βεβαιότατα. Διὸ δὴ λεκτέον ἐκείνω, διότι χωρὶς γεγόνατον ἀνομοίως τε ἔχον. Τὸ μὲν γὰρ τῶν διὰ διδαχῆς, τὸ δ' ὑπὸ πειθοὺς ἡμῖν ἐγγίγνεται· καὶ τὸ μὲν ἀεὶ μετὰ ἀληθοῦς λόγου, τὸ δὲ δίλογον· καὶ τὸ μὲν ἀκίνητον πειθοί, τὸ δὲ μεταπεστών· καὶ τοῦ μὲν πάντα ἄνθρω μετέχειν φαντέον, νοῦ δὲ θεούς, ἀνθρώπιον δὲ γένος βραχύ τι.