Ancient Greek
302.1
Mullach Fpg2, Paratexta 302.1
Unproofread scanNot analysed yet
"Ατε οὖν ἐκ τῆς ταύτου καὶ τῆς ἑτέρου φύσεως ἐκ τε οὐσίας τριῶν τούτων συγκεκλεισται μοιρῶν καὶ ἀνὰ λόγον μερισθείσα καὶ ἑνωθείσα, αὐτὴ τε ἀνακυκλουμένη πρὸς αὐτήν, ὅταν οὐσίαν σκεδαστὴν ἔχοντάς τινος ἐφάπτηται καὶ ὅταν ἀμεριστον, λέγει κινουμένη διὰ πάσης ἑαυτῆς, ὅτω τ' ἄν τι ταύτὸν ἢ καὶ ὅτου ἂν ἕτερον, πρὸς δ, τι τε μάλιστα καὶ ὅπη καὶ ὅπως καὶ ὅποτε ἑμβαίνει κατὰ τὰ γιγνόμενα τε πρὸς ἑκάστον ἕκαστα εἶναι καὶ πάσχειν καὶ πρὸς τὰ κατὰ ταῦτά ἕχοιτο ἀεὶ. Λόγος δὲ ὁ κατὰ ταύτὸν ἀληθὴς γιγνόμενος, περὶ τε ἑτέρου ὧν καὶ περὶ τὸ ταύτον, ἐν τῷ κινουμένῳ ὑφ' αὐτοῦ φερόμενος· ἄνευ φόβου καὶ ἡλῆς, ὅταν μὲν περὶ τὸ αἰσθητὸν γίγνηται καὶ ὁ τοῦ ἑτέρου κύκλος ὀρθὸς ὧν εἰς πᾶσαν αὐτοῦ τὴν ψυχὴν διαγγείλη, δόξαι καὶ πίστεως γίγνονται βέβαιοι καὶ ἀληθεῖς· ὅταν δὲ αὐ περὶ τὸ λογιστικὸν ἢ καὶ ὁ τοῦ ταύτου κύκλος εὐτροχὸς ὧν αὐτὰ μὴνυσῃ, νοῦς ἐπιστήμη τε ἐξ ἀνάγκης ἀποτελεῖται. Τοῦτο δὲ ἐν φ τῶν ὄντων ἐγγύνεσθον, ἂν ποτὲ τις αὐτὸ ἄλλο πλὴν ψυχὴν εἴπη, πᾶν μᾶλλον ἢ τἀληθὲς ἐρεῖ.