Ancient Greek
313.1
Mullach Fpg2, Paratexta 313.1
Unproofread scanNot analysed yet
Καὶ τὸ μὲν δὴ σῶμα ὁρατὸν οὐρανοῦ γέγονεν· αὕτη δὲ ἀόρατος μέν, λογισμοῦ δὲ μετέχουσα καὶ ἀρμονίας ψυχή. Ἄτε οὖν ἐκ τῆς ταύτου καὶ τῆς ἑτέρου φύσεως, ἐκ τε οὐσίας, τριῶν τούτων συγχραθείσθ μοιρῶν, καὶ διὰ λόγον μερισθεῖσα καὶ ἑνωθεῖσα, αὕτη τε ἀνακυκλουμένη πρὸς αὑτήν, ὅταν οὐσίαν σκεδαστὴν ἔχοντός τινος ἐφάπτηται καὶ ὅταν ἀμείριστον, λέγει κινουμένη διὰ πάσης ἑαυτῆς, ὅτι τ' ἄν τι ταύτῳ ἢ καὶ ὅτου ἂν ἑτέρου, πρὸς δ, τι τε μέλλοιτα καὶ ἦδη καὶ ἦκως: καὶ ὅποτέ συμβαίνει κατά τὰ γιγνόμενα τε πρὸς ἕκαστον ἕκαστα εἰ-αὶ καὶ πᾶσχειν καὶ πρὸς τὰ κατά ταῦτά ἔχοντα ἀεί.