Ancient Greek
48.1.51 to 48.1.68
Mullach Fpg2, Paratexta 48.1.51-68
Unproofread scanNot analysed yet
Γυμνὸν δὲ τὸ ξίφος ἐνδεικνύμενος ὁ σπεκουλάτωρ ἐφη· Σεχοῦνδε, ἀγρόρασον φωνὴ σου τὸν θάνατον. Ὁ δὲ Σεκοῦνδος οὐκ ἐλάλησεν. Παραλαβὼν δὲ ὁ σπεκουλάτωρ αὐτόν, ἤλθε πρὸς Ἀδριανὸν καὶ ἐφη· Δέσποτα Καῖσαρ, τὸν Σεχοῦνδον, ὅποιόν μοι παρέδωκας, τοιοῦτόν σοι αὐτὸν ἤγαγον μέχρι θανάτου σιωπήσαντα. Ἀδριανὸς δὲ θαυμάζας τὴν τοῦ φιλοσόφου ἐγκράτειαν ἀναστὰς ἐφη· Σεχοῦνδε τὴν σιωπὴν ἀσχήσας, ὥσπερ τινὰ νόμον σεαυτῷ προσθεῖς, τὸν νόμον σοῦ παραλύσαι οὐκ ἠδυνήθην· λαβὼν τοίνυν ταύτην τὴν δέλτον γράψον καὶ ὁμλήσόν μοι διὰ τῶν χειρῶν σου. Δεξάμενος δὲ ὁ Σεκοῦνδος ἔγραφε τάδε· Ἐγὼ μὲν, ὦ Ἀδριανέ, οὐ φοβηθήσομαί σε τοῦ ἀποθανεῖν, ἄρχων γὰρ τοῦ καιροῦ τούτου εὑρέθης, τὸ γὰρ ἀποκτεῖναί με ἐν σοί ἐστι, τῆς δ’ ἐμῆς φωνῆς καὶ τοῦ ἐμοῦ προφορικοῦ λόγου οὐδεμία σοί ἐστιν ἐξουσία. Ἀδριανὸς δὲ ἀναγνὼς ἐφη· καλῶς ἀπελογήσας· ἀλλὰ καὶ ἐν ἐτέρῃσι πλείοσιν· καὶ γὰρ εἴχοισ σοι προβλήματα προτιθῆμι, ὧν πρώτων, τί ἐστι κόσμος; ἀπόκριναι μοι πρὸς ταῦτα. Πάλιν ὁ Σεκοῦνδος ἀντέγραφε· κόσμος ἐστίν, ὦ Ἀδριανέ, τὸ σύστημα τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τῶν ἐν αὐτοῖς πάντων, ὧν ἐρῶ σοι μικρὸν ὕστερον, ἐὰν τοῖς λεγομένοις προσσχῃς· καὶ σὺ γὰρ ἄνθρωπος εἶ, ὦ Ἀδριανέ, ὥσπερ