Ancient Greek
58.2
Mullach Fpg2, Paratexta 58.2
Unproofread scanNot analysed yet
ὑβρεως κολάσει καὶ σπεύδοντας ἕτεροὺς ἀνδραγαθῆσαι ἐξαλείψαι τὴν προγεγενημένην αἰσχύνην. —27 Plutarchus de curiositate cap. 8, vol. X, p. 139 ed. Hutten. :Εὖ δὲ καὶ ὁ τῶν Θουρίων νομοθέτης· κομωδεῖσθαι γὰρ ἐκώλυσε τοὺς πολίτας, πλὴν μοιχῶν καὶ πολυπράγμονας. Ἔοικε γὰρ ἡ τε μοιχεία πολυπραγμοσύνην τῆς ἀλλοτρίας ἡδονῆς εἶναι, καὶ ζήτησις καὶ ἐρευνα τῶν φυλαττομένων καὶ λανθανόντων τοὺς πολλούς· ἡ τε πολυπραγμοσύνη παράλυσις ἐστι καὶ θοραξ καὶ ἀπογύμνωσις τῶν ἀπορρήτων. —28 Diodorus Siculus lib. XII, cap. 16-17: Διὰ δὲ τῆς ἀποτομίας τῶν νόμων διέσωσε τοὺς νόμους ὁ νομοθέτης· προσέταξε γὰρ ἐκ παντὸς τρόπου πειθεσθαι τῷ νόμῳ, κἂν ἡ παντελῶς κακῶς γεγραμμένος· διορθοῦν δὲ συνεργῶν τῶν χρείαν ἔχοντα διορθώσεως. Τὸ μὲν γὰρ ἁπτάσθαι ὑπὸ νομοθέτου καλῶν εἶναι ὑπέλαμβανε, τὸ δὲ ὑπὸ ἰδιώτου παντελῶς ἀτόπον, καὶ εἰ ἐπὶ τῷ συμφέροντι γίνεται. Καὶ μάλιστα διὰ τοῦ τοιούτου τρόπου τοὺς ἐν τοῖς δικαστηρίοις τῶν παρανενομηκότων προφάσεις καὶ διανοίας ἀντὶ τῶν ῥητῶν εἰσάγωντας ἐκώλυσε ταῖς ἰδίαις εὐρεσιολογίαις καταλύειν τὴν τῶν νόμων ὑπεροχήν· διὸ καὶ τινὰς τῶν τοιαύτας κατηγόριας πεποιημένων πρὸς τοὺς δικαστὰς τοὺς δικάζοντας περὶ τῆς τῶν παρανενομηκότων τιμωρίας εἰπεῖν ὅτι σάφως ἀναγκαῖον ἢ τὸν νόμον ἢ τὸν ἄνδρα. Τὸν δ' οὖν Χαρωνδᾶν φασὶ παραδοθῆναι νενομοθετηκέναι περὶ τῆς διορθώσεως τῶν νόμων. Ὀρᾶντα γὰρ αὐτὸν ἐν ταῖς πλείσταις πόλεσι διὰ τὸ πλήθος τῶν ἐπιχειρούντων ἐπανορθοῦν τοὺς νόμους λυμαίνεσθαι μὲν τὰς πρῶτπαρούσας νομοθεσίας, εἰς στάσεις δὲ τὰ πλήθη προαγομένους, ἴδιόν τι καὶ παντελῶς ἐξῆλλαγμένον νομοθετήσαι. Προσέταξε γὰρ τὸν βουλομένον διορθωθᾶν τινα νόμον, ὅταν ποιήσῃ τὴν περὶ τῆς διορθώσεως συμβουλίαν, τὸν ἑαυτοῦ τράχηλον εἰς βρόχον ἐντιθέναι, καὶ μένειν ἄχεις