Ancient Greek
59.3
Mullach Fpg2, Paratexta 59.3
Unproofread scanNot analysed yet
παντελῶς κατὰ τὸν βίον καὶ διὰ τὴν πενίαν οὐ δυναμένη συνοικεῖσαι, κατέφυγεν ἐπὶ τὸν δῆμον, καὶ μετὰ δακρύων ἐκθεμένη τὴν ἑαυτῆς ὀργίαν τε καὶ καταφρόνησιν, πρὸς δὲ τοῦτο, ὑπογραψαμένη τὴν διόρθωσιν τοῦ νόμου, ὥστε ἀντὶ τῆς ἐκτίσεως τῶν πεντακοσίων δραχμῶν γράψαι συνοικεῖν κατ' ἀνάγκην τὸν ἀγχιστα γένους τῇ ἐπιδικασθείσῃ ἐπι-κληρῷ· τοῦ δὲ δήμου διὰ τὸν ἔλεον ψηφισαμένου διορθώσαι τὸν νόμον, ἡ μὲν ὀργανὴ τὸν ἐκ τοῦ βρόχου κίνδυνον ἐξέφυγεν, ὁ δ' ἀγχιστεύς πλούσιος ὢν ἠναγκάσθη γῆμαι γυναῖκα πενυχρὰν ἐπιχλρον ὧν προεῖχε.