Ancient Greek
62.1
Mullach Fpg2, Paratexta 62.1
Unproofread scanNot analysed yet
ἐν τῷ προοιμίῳ τῆς ὅλης νομοθεσίας ἔφη δεῖν τοὺς κατοικοῦντας ἐν τῇ πόλει πάντων πρώτων ὑπολαβεῖν καὶ πεπιστεύθαι θεούς εἶναι, καὶ ταῖς διανοίαις ἐπισκοποῦντας τὸν οὐρανὸν καὶ τὴν διακόσμησιν καὶ τάξιν κρίνειν οὐ τύχης οὐδ' ἀνθρώπων εἶναι ταῦτα τὰ κατασκευεύσματα, σέβεσθαι τε τοὺς θεοὺς ὡς πάντων τῶν ἐν τῷ βίῳ καλῶν καὶ ἀγαθῶν αἰτίους ὄντας τοῖς ἀνθρώποις, ἔχειν δὲ καὶ τὴν ψυχὴν καθαρὰν πάσης κακίας ὡς τῶν θεῶν οὐ χωριζόντων ταῖς τῶν πονηρῶν θυσίαις τε καὶ δαπάναις ἀλλὰ ταῖς τῶν ἀγαθῶν ἀνδρῶν δικαίαις τε καὶ καλαῖς ἐπιτηδεύσεσι. Διὰ δὲ τοῦ προοιμίου προχλασάμενος τοὺς πολίτας εἰς εὐσέβειαν καὶ δικαιοσύνην, ἐπέχειε προστάτων μηδένα τῶν πολιτῶν ἔχρὸν ἀκατάλλακτον ἔχειν, ἀλλ' οὕτω τὴν ἔχθραν ἀναλαμβάνειν ὡς ἕκοντα πάλιν εἰς σύλλυσιν καὶ φιλίαν· τὸν δὲ παρ' αὐτὰ ποιούντα διαλαμβανέσθαι παρὰ τοῖς πολίταις ἀνήκερον καὶ ἀγρίον τὴν ψυχήν. Τοὺς δὲ ἀρχοντας παρεκελεύετο μὴ εἶναι αὐθάδεις μηδὲ ὑπερηφάνους, μηδὲ κρίνειν πρὸς ἔχθραν ἢ φιλίαν. Ἐν δὲ τοῖς κατὰ μέρος νομοθετήμασι πολλὰ παρ' ἑαυτοῦ προσεῖχε σφαλὰ σαφῶς καὶ πεπρᾶκτως. —52 Bentlejus in Opusculis philologicis pag. 336-351.