Ancient Greek
68.2
Mullach Fpg2, Paratexta 68.2
Unproofread scanNot analysed yet
fragm. pag. 108. —(96) Diodorus Siculus lib. X epit. 5-6 :ὅτι ἐπειδὰν τινες τῶν συνήθων ἐκ τῆς οὐσίας ἐκπέσοιεν, διηροῦντο τὰ χρήματα αὐτῶν ὡς πρὸς ἀδελφούς. Οὐ μόνον δὲ πρὸς τοὺς καθ’ ἑμέραν συμβιούντας τῶν γνωρίμων ταύτην εἶχον τὴν διάθεσιν, ἀλλὰ καθόλου πρὸς πάντας τοὺς τῶν πραγμάτων τούτων μετασχόντας. Ibid. :ὅτι Κλενίας, Ταραντίνος τὸ γένος, εἰς δὲ τῶν ἐκ τοῦ προειρημένου συστήματος ὢν, πυθόμενος Πράωρον τὸν Κυρηναῖον διὰ τινὰ πολιτικὴν περιστάσιν ἀπολωλεκότα τὴν οὐσίαν καὶ τελείως ἀπορούμενον, ἐξεδήμησεν ἐκ τῆς Ἰταλίας εἰς Κυρήνην μετὰ χρημάτων ἱκανῶν, καὶ τὴν οὐσίαν ἀποκατέστησε τῷ προειρημένῳ, οὐδέποτε τοῦτον εὐρακοὺς, ἀκούων δὲ μόνον ὅτι Πυθαγόρειος ἦν. Καὶ ἄλλοι δὲ πολλοὶ τὸ παραπλήσιον πεποιηκότες διαμνημονεύονται. —(97) Jamblichus vit. Pyth. cap. 23.