Ancient Greek · ~9 min
ΕΚ ΤΟΥ ΠΕΡΙ ΚΟΥΡΑΣ.
Musonius Rufus, Dissertationum a Lucio digestarum reliquiae ΕΚ ΤΟΥ ΠΕΡΙ ΚΟΥΡΑΣ.
Not analysed yet
Ἔφη μὲν παραπλησίως τὸν ἄνδρα χρῆναι τῇ κεφαλῇ προσφέρειν κουράν, ὡς ἀμπέλῳ προσφέρομεν τομήν, τοῦ μόνον ἀφαιρεῖν χάριν τὸ ἄχρηστον . . . . . . οὔτε γενείῳ πώγωνα, ἀλλ’ εἶναί τινα καὶ ταύτην σκέπην ὑπὸ τῆς φύσεως ἡμῖν πεπορισμένην· τὸν δὲ πώγωνα καὶ σύμβολον γεγονέναι τοῦ ἄρρενος, ὥσπερ ἀλεκτρυόνι λόφον καὶ λέοντι χαίτην· ὅθεν τῆς μὲν κόμης ἀφαιρετέον εἶναι τὸ ἐνοχλοῦν, τοῦ δὲ πώγωνος οὐδέν. οὐδὲ γὰρ ἐνοχλεῖν αὐτὸν οὐδέν, ἕως ἂν ὑγιαίνῃ τὸ σῶμα ἢ νόσον μὴ τοιαύτην νοσῇ, ἧς εἵνεκα γένοιτ’ ἂν ἀφαίρεσις τῶν ἐπὶ τοῦ γενείου τριχῶν. εὖ γὰρ εἴρηται, ἔφη, τὸ τοῦ Ζήνωνος, ὅτι τούτου ἕνεκα καρτέον οὗ καὶ κομητέον, τοῦ κατὰ φύσιν, ἵνα μὴ βαρούμενός τις ὑπὸ τῆς κόμης μηδ’ ἐνοχλούμενος ᾖ πρὸς μηδεμίαν ἐνέργειαν. ἡ γὰρ δὴ φύσις τὸ μὲν ἐνδεὲς μᾶλλον φαίνεται φυλαξαμένη, τὸ δὲ περιττὸν ἧττον, ἐπί τε φυτῶν καὶ ἐπὶ ζῴων, ὅτι τῆς προσθέσεως τοῦ ἐνδεοῦς ἡ ἀφαίρεσις τοῦ περιττοῦ πολὺ ῥᾴων καὶ εὐπετεστέρα ἐστίν. χρὴ δ’ ἐφ’ ἑκάτερα τὸν λογισμὸν τὸν ἀνθρώπινον τῇ φύσει βοηθεῖν, ὥστ’ ἀναπιμπλάναι τὰς ἐνδείας ἐφ’ ὅσον οἷόν τε ἀναπληροῦν, ἐλαττοῦν δὲ καὶ ἀφαιρεῖν τὰς περιττότητας. ὅθεν καὶ καρτέον μόνης ἕνεκα τῆς ἀφαιρέσεως τοῦ περιττοῦ καὶ οὐχὶ κόσμου χάριν, ὅπερ οἴονται δεῖν ἔνιοι τὰ μὲν γένεια λεαινόμενοι καὶ μιμούμενοι τοὺς ἀγενείους ἢ νὴ Δία τοὺς ἄρτι γενειάσκοντας, τὴν δὲ κεφαλὴν οὐχ ὁμοίως κειρόμενοι διαφόρως δὲ τὰ πρόσω τῶν ὀπίσω. καὶ γάρ τοι δοκῶν εἶναι κόσμος οὗτος πολλὴν ἀκοσμίαν ἔχει καὶ διαφέρει οὐδὲν τοῦ καλλωπισμοῦ τοῦ τῶν γυναικῶν. ἐκεῖναί τε γὰρ τὰ μέν τινα μέρη πλέκουσι τῶν τριχῶν τὰ δὲ καθιᾶσι τὰ δὲ ἕτερόν τινα σκευάζουσι τρόπον, ἵνα φαίνωνται καλλίονες, οἵ τε κειρόμενοι οὕτως ἄνδρες κατάδηλοί εἰσι δι’ ἐπιθυμίαν τοῦ φαίνεσθαι καλοὶ οἷς βούλονται ἀρέσκειν τὰς μὲν τέλεον ἀφαιροῦντες τῶν τριχῶν, τὰς δὲ πλάττοντες οὕτως ὡς ἂν εὐοπτότατα ᾖ γυναιξί τε καὶ παισὶν ὑφ’ ὧν ἐπαινεῖσθαι δέονται. ἤδη δέ τινες καὶ αὐτῷ τῷ βαρύνεσθαι τὰς τρίχας κείρονται, καὶ λεαίνουσι τὰ γένεια, σαφῶς οὗτοί γε κατεαγότες ὑπὸ τῆς τρυφῆς καὶ ἐκνενευρισμένοι παντάπασιν, οἵ γε ἀνέχονται ἀνδρόγυνοι καὶ γυναικώδεις ὁρᾶσθαι ὄντες, ὅπερ ἔδει φεύγειν ἐξ ἅπαντος, εἰ δὴ τῷ ὄντι ἄνδρες ἦσαν. τί γὰρ δὴ καὶ εἰσὶν αἱ τρίχες ἀνθρώποις βάρος; εἰ μὴ νὴ Δία καὶ τοῖς ὀρνέοις τὰ πτερὰ φαίη τις ἂν εἶναι βάρος.