Ancient Greek · ~16 min
ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΠΕΡΙ ΣΚΕΥΩΝ.
Musonius Rufus, Dissertationum a Lucio digestarum reliquiae ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΠΕΡΙ ΣΚΕΥΩΝ..1
Not analysed yet
Καὶ μὴν συνῳδὰ καὶ συγγενῆ τῇ περὶ τὰς οἰκίας πολυτελείᾳ καὶ τὰ τῶν σκευῶν τῶν κατ’ οἰκίαν φαίνεται ὄντα, κλῖναι καὶ τράπεζαι καὶ στρώματα καὶ ἐκπώματα καὶ εἴ τι τοιοῦτον, πάντως τὴν χρείαν ὑπερβεβηκότα καὶ προσωτέρω τῶν ἀναγκαίων ἐληλυθότα· κλῖναι μὲν ἐλεφάντιναι καὶ ἀργυραῖ ἢ νὴ Δία χρυσαῖ, τράπεζαι δὲ παραπλησίας ὕλης, στρωμναὶ δὲ ἁλουργεῖς καὶ ἄλλων χρωμάτων δυσπορίστων, ἐκπώματα δὲ χρυσοῦ καὶ ἀργύρου πεποιημένα, τὰ δὲ λίθων ἢ λιθοειδῶν τινων ἁμιλλωμένων τῇ πολυτελείᾳ τοῖς ἀργυροῖς καὶ χρυσοῖς. καὶ σπουδάζεται ταῦτα πάντα, τοῦ μὲν σκίμποδος οὐδὲν κακίω παρεχομένου κατάκλισιν ἡμῖν τῆς ἀργυρᾶς ἢ τῆς ἐλεφαντίνης κλίνης, τῆς δὲ σισύρας ἱκανωτάτης οὔσης ὑπεστρῶσθαι ὥστε μὴ δεῖσθαι πορφυρίδος ἢ φοινικίδος· ἐσθίειν δ’ ὑπάρχοντος ἡμῖν ἀβλαβῶς ἀπὸ τραπέζης ξυλίνης ὡς μὴ ποθεῖν μηδαμῶς τὴν ἀργυρᾶν, καὶ πίνειν γε νὴ Δία ἐκ κεραμεῶν ποτηρίων παρόν, ἃ τό τε δῖψος σβεννύειν παραπλησίως πέφυκε τοῖς χρυσοῖς, καὶ τὸν ἐγχεόμενον αὐτοῖς οἶνον οὐ λυμαίνεται, ὀσμὴν δέ γε ἡδίω τῶν χρυσῶν παρέχεται καὶ τῶν ἀργυρῶν. καθόλου δ’ ἀρετὴ καὶ κακία σκευῶν κριθείη ἂν ὀρθῶς ἐκ τριῶν τούτων, τῆς τε κτήσεως καὶ τῆς χρήσεως καὶ τῆς τηρήσεως. ὅσα μὲν γὰρ ἢ κτήσασθαι δύσκολά ἐστιν ἢ χρήσασθαι μὴ ἐπιτήδεια ἢ φυλάξαι μὴ ῥᾴδια, ταῦτα χείρω· ἃ δὲ καὶ κτώμεθα μὴ χαλεπῶς καὶ χρώμενοι 〈εὐκόλως〉 ἐπαινοῦμεν καὶ φυλάττομεν ῥᾳδίως, ταῦτα ἀμείνω. διόπερ τὰ κεραμεᾶ καὶ τὰ σιδηρᾶ καὶ ὅσα τοιαῦτα, πολλῷ κρείττω τῶν ἀργυρῶν τε καὶ χρυσῶν, ὅτι ἡ κτῆσις τούτων εὐμαρεστέρα, ὅσῳ καὶ εὐτελεστέρα, ἥ τε χρῆσις πλείων, ὅτι καὶ πυρὶ ῥᾳδίως ταῦτ’ ἐμβάλλομεν, ἐκεῖνα δὲ οὔ, ἥ τε φυλακὴ ἥττων· τὰ γὰρ εὐτελῆ τῶν πολυτελῶν ἐπιβουλεύεται ἧττον. μέρος δέ τι τῆς φυλακῆς οὖσα καὶ ἡ ἐκκάθαρσις περὶ τὰ πολυτελῆ πλείων ἐστίν. ὥσπερ οὖν ἵππος ὁ τιμῆς μὲν ἐωνημένος ὀλίγης, χρείας δὲ παρεχόμενος πολλάς, αἱρετώτερος τοῦ ὀλίγα μὲν ὑπουργοῦντος, πολλοῦ δ’ ἠγορασμένου· κατὰ τὰ αὐτὰ καὶ σκεύη τὰ εὐτελέστερα καὶ πολυχρηστότερα κρείττω τῶν ἐναντίων. τί ποτ’ οὖν διώκεται τὰ σπάνια καὶ πολυτελῆ πρὸ τῶν ἐν μέσῳ καὶ τῶν· εὐτελῶν; ὅτι ἀγνοεῖται τὰ καλὰ καὶ τἀγαθά, καὶ ἀντὶ τῶν ὄντων τὰ δοκοῦντα σπουδάζεται παρὰ τοῖς ἀνοήτοις· ὥσπερ δὴ καὶ οἱ μαινόμενοι πολλάκις λευκὰ τὰ μέλανα νομίζουσιν· ἄνοια δὲ μανίας συγγενέστατον. ἐπεὶ τῶν γε νομοθετῶν τοὺς ἀρίστους, καὶ ἐν πρώτοις Λυκοῦργον εὕροιμεν ἂν πολυτέλειαν μὲν ἐξελαύνοντα τῆς Σπάρτης, ἀντεισάγοντα δ’ εὐτέλειαν καὶ τὸ ἐνδεὲς τῆς διαίτης τοῦ περιττοῦ προτιμῶντα πρὸς ἀνδρείαν, καὶ τὴν μὲν τρυφὴν ὡς λύμην ἐκτρεπόμενον, τὸ δ’ ἐθελόπονον ὡς σωτήριον ζηλοῦν ἀξιοῦντα. τεκμήρια δὲ τούτων αἱ τῶν ἐφήβων ἐκεῖ καρτερήσεις, ἐθιζομένων φέρειν λιμόν τε καὶ δῖψος, καὶ μετὰ τούτων ῥῖγος, ἔτι δὲ πληγὰς καὶ πόνους ἄλλους . . . σεμνοῖς ἔθεσιν οἱ παλαιοὶ Λακεδαιμόνιοι τραφέντες ἄριστοι τῶν Ἑλλήνων ἦσάν τε καὶ ἐνομίζοντο, καὶ τὴν πενίαν τὴν ἑαυτῶν ζηλωτοτέραν τοῦ βασιλέως πλούτου κατέστησαν. ἐγὼ δ’ οὖν καὶ αὐτὸς δεξαίμην ἂν νοσῆσαι μᾶλλον ἢ τρυφῆσαι. τὸ μὲν γὰρ νοσεῖν μόνον βλάπτει τὸ σῶμα, τὸ δὲ τρυφᾶν ἄμφω διαφθείρει, ψυχήν τε καὶ σῶμα, σώματι μὲν ἀσθένειαν καὶ ἀδυναμίαν, ψυχῇ δὲ ἀκολασίαν καὶ ἀνανδρίαν ἐμποιοῦν. καὶ μὴν καὶ ἀδικίαν τίκτει τρυφή, ὅτι καὶ πλεονεξίαν. οὔτε γὰρ τρυφῶντά τινα δυνατὸν μὴ πολυτελῆ εἶναι, οὔτε πολυτελῆ ὄντα ὀλίγα βούλεσθαι ἀναλίσκειν, βουλόμενον δὲ πολλὰ μὴ καὶ πορίζειν πολλὰ ἐπιχειρεῖν, οὐδ’ αὖ πορίζειν ἐπιχειροῦντα πολλὰ μὴ πλεονεκτεῖν καὶ ἀδικεῖν· οὐ γὰρ ἂν πορίσειέ τις ἐκ δικαίων πολλά. ἔτι καὶ ἄλλον τρόπον ἄδικος ἂν εἴη πάντως ὁ τρυφῶν· καὶ γὰρ ὑπὲρ πόλεως τῆς αὑτοῦ πονεῖν τοὺς προσήκοντας πόνους ὀκνήσειεν ἂν ἢ οὐκ ἂν ἔτι τρυφῴη, κἂν ὑπὲρ φίλων ἢ συγγενῶν κακοπαθῆσαι δέον, οὐκ ἂν ὑπομείνειεν· οὐ γὰρ ἐάσει αὐτὸν ἡ τρυφή. καὶ μὴν καὶ διὰ θεοὺς ἔστιν ὅτε πονητέον τῷ δικαίῳ εἶναι βουλομένῳ πρὸς θεούς, ὅτι θυσίας ἢ τελετὰς ἤ τινα ἄλλην ὑπηρεσίαν τελέσει τοῖς θεοῖς, ὁ δὲ τρυφῶν ἐνδεήσει κἀνταῦθα. διόπερ ἄδικος ἂν εἴη πάντως καὶ περὶ πόλιν καὶ περὶ φίλους καὶ περὶ θεούς, ἃ χρὴ πράττειν αὐτὸν οὐ πράττων. ὡς οὖν καὶ ἀδικίας αἰτίαν οὖσαν τὴν τρυφὴν φευκτέον τρόπῳ παντί.