Ancient Greek · ~13 min
ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΕΙ ΓΡΑΦΗΝ ΥΒΡΕΩΣ ΓΡΑΨΕΤΑΙ ΤΙΝΑ Ο ΦΙΛΟΣΟΦΟΣ.
Musonius Rufus, Dissertationum a Lucio digestarum reliquiae ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΕΙ ΓΡΑΦΗΝ ΥΒΡΕΩΣ ΓΡΑΨΕΤΑΙ ΤΙΝΑ Ο ΦΙΛΟΣΟΦΟΣ..1
Not analysed yet
Ὕβρεως δὲ γραφὴν οὔτ’ ἂν αὐτὸς ἔφη γράψασθαί τινά ποτε οὔτ’ ἂν ἑτέρῳ συμβουλεῦσαι οὐδενὶ τῶν φιλοσοφεῖν ἀξιούντων. ἃ γὰρ πάσχοντές τινες ὑβρίζεσθαι δοκοῦσιν, τούτων οὐδὲν εἶναι ὕβριν ἢ αἰσχύνην τοῖς πάσχουσιν· οἷον λοιδορηθῆναι ἢ πληγῆναι ἢ ἐμπτυσθῆναι, ὧν τὸ χαλεπώτατον πληγαί. ὡς δὲ οὔτε αἰσχρὸν οὔτε ὑβριστικὸν ἔχουσιν οὐδέν, δηλοῦν Λακεδαιμονίων παῖδας δημοσίᾳ μαστιγουμένους καὶ ἐπ’ αὐτῷ τούτῳ ἀγαλλομένους. ὁ δὲ φιλόσοφος εἰ μὴ δύναιτο καταφρονεῖν πληγῶν ἢ λοιδορίας, τί ἂν ὄφελος αὐτοῦ εἴη; ὅν γε φαίνεσθαι δεῖ καὶ θανάτου καταφρονοῦντα; νὴ Δία, ἀλλ’ ἡ διάνοια τοῦ δρῶντος αὐτὰ δεινή, τὸ ἐπεγγελῶντα καὶ ὑβρίζειν νομίζοντα ῥαπίσαι ἢ λοιδορῆσαι ἢ τι τοιοῦτον ποιῆσαι· Δημοσθένης γοῦν καὶ τῷ βλέμματι ὑβρίζειν τινάς, καὶ ἀφόρητα εἶναι τὰ τοιαῦτα, καὶ ἐξίστασθαι τοὺς ἀνθρώπους ὑπ’ αὐτῶν ταύτῃ ἢ ἐκείνῃ οἴεται. ταῦτα δὲ οἱ μὲν τὸ καλὸν καὶ τὸ αἰσχρὸν ὅ τι τῇ ἀληθείᾳ ἐστὶν ἀγνοοῦντες καὶ πρὸς τὴν δόξαν κεχηνότες, καὶ αὐτοὶ ὑβρίζεσθαι νομίζουσιν, εἴ τις ἢ προσβλέποι αὐτοὺς πικρότερον ἢ καταγελῴη αὐτῶν ἢ πλήττοι ἢ λοιδοροίη. ἀνὴρ δὲ εὖ φρονῶν καὶ νοῦν ἔχων, οἷον εἶναι δεῖ τὸν φιλόσοφον, ὑπὸ οὐδενὸς τούτων ταράττεται, οὐδ’ οἴεται τὸ πάσχειν αὐτὰ αἰσχρόν, ἀλλὰ τὸ ποιεῖν μᾶλλον· ἐπεὶ τί καὶ ὁ πάσχων ἁμαρτάνει; ὁ δὲ ἁμαρτάνων εὐθὺς καὶ ἐν αἰσχύνῃ ἐστίν, ὁ μέντοι πάσχων ὡς οὖν οὐχ ἁμαρτάνει καθόσον πάσχει, οὕτως οὐδὲ ἐν αἰσχρῷ οὐδενὶ γίνεται. ὅθεν οὐδ’ ἐπὶ δίκας οὐδ’ ἐπ’ ἐγκλήματα προέλθοι ἂν ὁ νοῦν ἔχων, ἐπείπερ οὐδ’ ὑβρίσθαι ἂν δόξειεν· καὶ γὰρ μικρόψυχον τὸ ἀγανακτεῖν ἢ ἐπιτείνεσθαι περὶ τῶν τοιούτων· πρᾴως δὲ καὶ ἡσύχως οἴσει τὸ συμβάν, ἐπεὶ καὶ πρέπον τοῦτο τῷ βουλομένῳ εἶναι μεγαλόφρονι. Σωκράτης γοῦν οὕτω διακείμενος φανερὸς ἦν, ὃς δημοσίᾳ λοιθορηθεὶς ὑπ’ Ἀριστοφάνους, οὐχ ὅπως ἠγανάκτησεν, ἀλλὰ καὶ ἐντυχὼν ἠξίου αὐτὸν εἰ καὶ πρὸς ἄλλο τι τοιοῦτον βούλοιτο χρῆσθαι αὐτῷ. ταχύ γ’ ἂν ἐκεῖνος ἐν ὀλίγοις λοιδορούμενος ἐχαλέπηνεν, ὃς οὐδὲ ἐν θεάτρῳ λοιδορηθεὶς ἠγανάκτει. Φωκίων δὲ ὁ χρηστός, τῆς γυναικὸς αὐτοῦ προπηλακισθείσης πρός τινος, τοσοῦτον ἐδέησεν ἐγκαλεῖν τῷ προπηλακίσαντι, ὥστε ἐπεὶ δείσας ἐκεῖνος προσῆλθέ τε καὶ συγγνώμην ἔχειν ἠξίου τὸν Φωκίωνα, φάσκων ἠγνοηκέναι ὅτι ἦν ἐκείνου γυνή, εἰς ἣν ἐπλημμέλει· ἀλλὰ ἥ γε ἐμὴ γυνὴ οὐδέν ἔφη ὑπὸ σοῦ πέπονθεν, ἑτέρα δέ τις ἴσως· ὥστε οὐδὲ χρὴ ἐμοὶ σὲ ἀπολογεῖσθαι. καὶ ἄλλους δὲ πολλοὺς ἄνδρας ἔχοιμ’ ἂν λέγειν πειραθέντας ὕβρεως, τοὺς μὲν ἔκ τινων γλώσσῃ πλημμεληθέντας, τοὺς δὲ χερσὶν ὥστε αἰκισθῆναι τὸ σῶμα· καὶ οὔτε ἀμυνάμενοι φαίνονται τοὺς πλημμελήσαντας, οὔτε ἄλλον τρόπον ἐπεξελθόντες, ἀλλὰ πάνυ πρᾴως ἐνεγκόντες τὴν ἀδικίαν αὐτῶν. καὶ γὰρ δὴ τὸ μὲν σκοπεῖν, ὅπως ἀντιδήξεταί τις τὸν δακόντα, καὶ ἀντιποιήσει κακῶς τὸν ὑπάρξαντα, θηρίου τινὸς οὐκ ἀνθρώπου ἐστίν, ὡς οὐδὲ τοῦτο λογίσασθαι δύναται, ὅτι τὰ πολλὰ τῶν ἁμαρτανομένων ὑπ’ ἀγνοίας τε καὶ ἀμαθίας τοῖς ἀνθρώποις ἁμαρτάνεται, ὧν ὁ μεταδιδαχθεὶς εὐθὺς παύεται· τὸ δὲ δέχεσθαι τὰς ἁμαρτίας μὴ ἀγρίως, μηδὲ ἀνήκεστον εἶναι τοῖς πλημμελήσασιν, ἀλλ’ αἴτιον εἶναι αὐτοῖς ἐλπίδος χρηστῆς, ἡμέρου τρόπου καὶ φιλανθρώπου ἐστίν. πόσῳ δὴ κρεῖττον οὕτως ἔχοντα φαίνεσθαι τὸν φιλόσοφον, ὥστε συγγνώμης ἀξιοῦν εἴ τις πλημμελήσειεν εἰς αὐτόν, ἢ δοκεῖν μὲν ἀμύνειν ἑαυτῷ δικαζόμενον καὶ ἐγκαλοῦντα, τῇ δὲ ἀληθείᾳ ἀσχημονεῖν, ἀνακόλουθα τοῖς ἑαυτοῦ λόγοις πράττοντα; εἴ γε λέγει μέν, ὡς οὐκ ἂν ἀδικηθείη ποτὲ ὁ ἀγαθὸς ἀνὴρ ὑπὸ κακοῦ ἀνδρός· ἐγκαλεῖ δ’ ὡς ἀδικούμενος ὑπὸ ἀνθρώπων πονηρῶν αὐτὸς ἀξιῶν ἀγαθὸς εἶναι.