Ancient Greek · ~35 min
ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΟΤΙ ΟΥ ΚΑΚΟΝ Η ΦΥΓΗ.
Musonius Rufus, Dissertationum a Lucio digestarum reliquiae ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΟΤΙ ΟΥ ΚΑΚΟΝ Η ΦΥΓΗ..1
Not analysed yet
Φυγάδος δέ τινος ὀδυρομένου ὅτι φεύγει, οὕτω πως παρεμυθήσατο αὐτόν. Φυγὴν γάρ, ἔφη, πῶς ἄν τις μὴ ἀνόητος ὢν βαρύνοιτο; ἥτις ὕδατος μὲν καὶ γῆς καὶ ἀέρος, ἔτι δὲ ἡλίου καὶ τῶν ἄλλων ἄστρων οὐκ ἀπείργει ἡμᾶς οὐδαμῶς, ἀλλ’ οὐδὲ ἀνθρώπων ὁμιλίας, ἁπανταχοῦ γὰρ καὶ πάντῃ τούτων μετουσία ἐστίν. εἰ δὲ μέρους τινὸς τῆς γῆς ἀφαιρούμεθα καὶ τινῶν ἀνθρώπων συνουσίας, τί τοῦτο δεινόν; οὐδὲ γὰρ οἴκοι ὄντες ἁπάσῃ τῇ γῇ ἐχρώμεθα, οὐδὲ ἀνθρώποις ἅπασι συνῆμεν· τοῖς μέντοι φίλοις καὶ νῦν συνείημεν ἄν, τοῖς γε ἀληθινοῖς καὶ ὧν προσήκει ποιεἶσθαί τινα λόγον· οὐ γὰρ ἂν οὗτοι προδοῖεν ποτὲ ἡμᾶς οὐδ’ ἐγκαταλίποιεν· εἰ δέ τινες πλαστοὶ καὶ οὐκ ἀληθινοὶ φίλοι εἰσί, τούτων ἀπηλλάχθαι κρεῖττον ἢ συνεῖναι αὐτοῖς. τί δ’ ; οὐχὶ κοινὴ πατρὶς ἀνθρώπων ἀπάντων ὁ κόσμος ἐστίν, ὥσπερ ἠξίου Σωκράτης; ὥστ’ οὐδὲ φεύγειν τῇ γε ἀληθείᾳ τὴν πατρίδα νομιστέον, ἂν ἀπέλθῃς ἐντεῦθεν ἔνθα ἔφυς τε καὶ ἐτράφης, πόλεως δὲ μόνον ἐστερῆσθαί τινος, ἄλλως τε κἂν ἀξιοῖς τις εἶναι ἐπιεικής. ὁ γὰρ τοιοῦτος χωρίον μὲν οὐδὲν οὔτε τιμᾷ οὔτ’ ἀτιμάζει οὕτως ὡς εὐδαιμονίας ⟨ἢ κακοδαιμονίας⟩ αἴτιον· αὐτὸς δὲ ἐν αὑτῷ τίθεται τὸ πᾶν, καὶ νομίζει εἶναι πολίτης τῆς τοῦ Διὸς πόλεως, ἢ συνέστηκεν ἐξ ἀνθρώπων καὶ θεῶν. σύμφωνα δὲ τούτοις λέγει καὶ Εὐριπίδης ἐν οἷς φησιν ἅπας μὲν ἀὴρ ἀετῷ περάσιμος, ἅπασα δὲ χθὼν ἀνδρὶ γενναίῳ πατρίς. ὥσπερ οὖν εἴ τις ἐν τῇ πατρίδι ὢν καὶ ἑτέραν οἰκίαν οἰκῶν, οὐκ ἐν ᾖ ἐτέχθη, δεινοπαθοίη διὰ τοῦτο καὶ ὀδύροιτο, μάταιος ἂν εἴη καὶ καταγέλαστος· οὕτω καὶ ὅστις ἑτέραν πόλιν οἰκῶν, οὐκ ἐν ᾖ τυγχάνει γεγονώς, συμφορὰν ἡγεῖται, ὁ τοιοῦτος εἰκότως ἂν ἄφρων νομίζοιτο καὶ ἀνόητος. καὶ μὴν πρός γε τὴν ἐπιμέλειαν τὴν ἑαυτῶν καὶ πρὸς κτῆσιν ἀρετῆς πῶς ἂν τὸ φεύγειν ἐνίσταιτο; ὁπότε γε μήτε μαθήσεως μήτε ἀσκήσεως [καὶ] ὧν χρὴ εἴργεταί τις διὰ τὴν φυγήν. πῶς μὲν οὐκ ἂν ἡ φυγὴ καὶ συνεργοίη πρὸς τὸ τοιοῦτον, παρέχουσά γε σχολὴν καὶ ἐξουσίαν τοῦ μανθάνειν τε τὰ καλὰ καὶ πράττειν μᾶλλον ἢ πρότερον, ἅτε μήθ’ ὑπὸ πατρίδος τῆς δοκούσης περιελκομένοις εἰς ὑπηρεσίας πολιτικὰς μήτε ὑπὸ φίλων τῶν δοκούντων ἢ συγγενῶν ἐνοχλουμένοις, οἵ τινες ἐμποδίσαι δεινοὶ καὶ ἀποσπάσαι τῆς ἐπὶ τὰ κρείττω ὁρμῆς; ἤδη δέ τισι καὶ παντάπασι τὸ φεύγειν συνήνεγκεν, ὥσπερ Διογένει, ὃς ἐκ μὲν ἰδιώτου φιλόσοφος ἐγένετο φυγών, ἀντὶ δὲ τοῦ καθῆσθαι εἰς Σινώπην διέτριψεν ἐν τῇ Ἑλλάδι, ἀσκήσει δὲ τῇ πρὸς ἀρετὴν τῶν φιλοσόφων διήνεγκεν. ἄλλοις δέ γε κακῶς τὰ σώματα διακειμένοις ὑπὸ μαλακίας καὶ τρυφῆς ἔρρωσεν ἡ φυγή, βιασθεῖσιν ἀνδρικώτερον διαιτᾶσθαι· καὶ ἴσμεν τινὰς χρονίων νοσημάτων ἐν τῷ φεύγειν ἀπολυθέντας, ὥσπερ ἀμέλει Σπαρτιατικὸς οὗτος ὁ Λακεδαιμόνιος, ὃς ἀπὸ πολλοῦ ἔχων τὸ πλευρὸν κακῶς κἀκ τούτου πολλάκις νοσῶν διὰ τὴν τρυφήν, ἐπειδὴ ἐπαύσατο τρυφῶν, ἐπαύσατο καὶ νοσηλευόμενος. ἄλλους δέ γε τῶν ἁβροδιαίτων ποδάγρας ἀπολυθῆναί φασι, πάνυ δὴ κατατεινομένους πρότερον ὑπὸ τούτου τοῦ πάθους, οὓς ἡ φυγὴ σκληρότερον διαιτᾶσθαι συνεθίσασα κατ’ αὐτὸ τοῦτο ὑγιεῖς γενέσθαι παρεσκεύασεν. οὕτως ἄρα τῷ διακεῖσθαι κρεῖττον αὐτοὺς ἑαυτῶν καὶ σῶμα καὶ ψυχὴν συνεργεῖ μᾶλλον ἢ ἀντιπράττει ἡ φυγή. Ἀλλ’ οὐδ’ ἀπορεῖν τῶν ἀναγκαίων πάντως ὑπάρχει τοῖς φεύγουσιν. ὅσοι μὲν γὰρ ἀργοὶ καὶ ἀμήχανοι καὶ οὐχ οἷοί τε ἀνδρίζεσθαι, οὗτοι μὲν κἀν τῇ πατρίδι ὄντες ἀποροῦσιν ὡς τὸ πολὺ καὶ ἀμηχανοῦσιν· οἱ δὲ γεννικοὶ καὶ φιλόπονοι καὶ συνετοί, κἂν ὅποι ποτὲ ἔλθωσιν, εὐποροῦσι καὶ διάγουσιν ἀνενδεῶς· καὶ γὰρ οὐδὲ δεόμεθα πολλῶν, ἂν μὴ βουλώμεθα τρυφᾶν· ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυοῖν μόνον, Δήμητρος ἀκτῆς πώματό; θ’ ὑδρηχόου, ἅπερ πάρεστι καὶ πέφυχ’ ἡμᾶς τρέφειν; λέγω δὲ τούς γε λόγου ἀξίους ἄνδρας οὐ τῶν ἀναγκαιοτάτων μόνον πρὸς τὸν βίον ῥᾳδίως ἂν εὐπορεῖν ἔξω τῆς οἰκείας ὄντας, ἀλλὰ καὶ πολλὰ περιποιήσεσθαι χρήματα πολλάκις. ὁ γοῦν Ὀδυσσεὺς παντὸς φυγάδος ὡς ἄν τις εἴποι ἀθλιώτερον διακείμενος καὶ μόνος ὢν καὶ γυμνὸς καὶ ναυαγός, ὅμως ἀφικόμενος εἰς ἀνθρώπους ἀγνῶτας τοὺς Φαίακας ἐδυνήθη χρηματίσασθαι ἀφθόνως. Θεμιστοκλῆς δ’ ἐπεὶ ἔφευγεν οἴκοθεν, οὐ παρὰ μὴ φίλους μόνον, ἀλλὰ καὶ παρὰ πολεμίους καὶ βαρβάρους ἐλθὼν τοὺς Πέρσας, τρεῖς ἔλαβε πόλεις δῶρον, Μυοῦντα καὶ Μαγνησίαν καὶ Λάμψακον, ὥστ’ ἀπὸ τούτων βιοῦν. Δίων δὲ ὁ Συρακούσιος, ἀφαιρεθεὶς ὑπὸ Διονυσίου τοῦ τυράννου τὴν οὐσίαν πᾶσαν, ὅτ’ ἐξέπιπτε τῆς πατρίδος, οὕτως ἐν τῇ φυγῇ χρημάτων εὐπόρησεν, ὥστε καὶ ξενικὸν θρέψαι στράτευμα, μεθ’ οὗ ἦλθεν ἐπὶ Σικελίαν καὶ ἠλευθέρωσεν αὐτὴν ἀπὸ τοῦ τυράννου. τίς ἂν οὖν εὖ φρονῶν εἰς ταῦτ’ ἀφορῶν, ἔτι τὴν φυγὴν ἀπορίας αἰτίαν εἶναι πᾶσι τοῖς φεύγουσιν ὑπολαμβάνοι; ἀλλ’ οὐδὲ κακοδοξεῖν πάντως ἀνάγκη τοὺς φυγόντας διὰ τὴν φυγήν, γνωρίμου γε πᾶσιν ὄντος, ὅτι καὶ δίκαι πολλαὶ δικάζονται κακῶς, καὶ ἐκβάλλονται πολλοὶ τῆς πατρίδος ἀδίκως, καὶ ὅτι ἤδη τινὲς ἄνδρες ἀγαθοὶ ὄντες ἐξηλάθησαν ὑπὸ τῶν πολιτῶν· ὥσπερ Ἀθήνηθεν μὲν Ἀριστείδης ὁ δίκαιος, ἐξ Ἐφέσου δὲ Ἑρμόδωρος, ἐφ’ ᾧ καὶ Ἡράκλειτος ὅτι ἔφυγεν ἡβηδὸν ἐκέλευεν Ἐφεσίους ἀπάγξασθαι. ἔνιοι δέ γε καὶ ἐνδοξότατοι φεύγοντες ἐγένοντο, καθάπερ Διογένης ὁ Σινωπεὺς καὶ Κλέαρχος ὁ Λακεδαιμόνιος ὁ μετὰ Κύρου στρατεύσας ἐπ’ Ἀρταξέρξην· καὶ ἄλλους 〈δ’〉 ἄν τις ἔχοι βουλόμενος λέγειν πολλούς. καίτοι πῶς ἂν εἴη τοῦτο κακοδοξίας αἴτιον, ἐν ᾧ τινες ἐνδοξότεροι γεγόνασιν, ἢ πρότερον ἦσαν; Νὴ Δί’ ἀλλ’ Εὐριπίδης φησὶν ἐλευθερίας στέρεσθαι τοὺς φυγάδας, ἐπεὶ καὶ παρρησίας. πεποίηκε γὰρ τὴν μὲν Ἰοκάστην πυνθανομένην Πολυνείκους τοῦ υἱέος, τίνα δυσχερῆ τῷ φεύγοντί ἐστιν· ὁ δ’ ἀποκρίνεται ὅτι ἓν μὲν μέγιστον, οὐκ ἔχει παρρησίαν, ἡ δ’ αὖ πρὸς αὐτὸν δούλου τόδ’ εἶπας, μὴ λέγειν ἅ τις φρονεῖ. ἐγὼ δὲ φαίην ἂν πρὸς τὸν Εὐριπίδην ὅτι, ὦ Εὐριπίδη, τοῦτο μὲν ὀρθῶς ὑπολαμβάνεις, ὡς δούλου ἐστίν, ἃ φρονεῖ μὴ λέγειν, ὅταν γε δέῃ λέγειν· οὐ γὰρ ἀεὶ καὶ πανταχοῦ καὶ πρὸς ὁντινοῦν λεκτέον ἃ φρονοῦμεν. ἐκεῖνο δὲ οὔ μοι δοκεῖς εὖ εἰρηκέναι, τὸ μὴ μετεῖναι τοῖς φεύγουσι παρρησίας, εἴπερ παρρησία σοι δοκεῖ τὸ μὴ σιγᾶν ἃ φρονῶν τυγχάνει τις. οὐ γὰρ οἱ φεύγοντες ὀκνοῦσι λέγειν ἃ φρονοῦσιν, ἀλλ’ οἱ δεδιότες μὴ ἐκ τοῦ εἰπεῖν γένηται αὐτοῖς πόνος ἢ θάνατος ἢ ζημία ἢ τι τοιοῦτον ἕτερον. τοῦτο δὲ τὸ δέος μὰ Δία οὐχ ἡ φυγὴ ποιεῖ. πολλοῖς γὰρ ὑπάρχει καὶ τῶν ἐν τῇ πατρίδι ὄντων, μᾶλλον δὲ τοῖς πλείστοις, τὰ δοκοῦντα δεινὰ δεδιέναι. ὁ δὲ ἀνδρεῖος οὐδὲν ἧττον φυγὰς ὢν ἤπερ οἴκοι θαρρεῖ πρὸς ἅπαντα τὰ τοιαῦτα, διὸ καὶ λέγει ἃ φρονεῖ θαρρῶν οὐδὲν μᾶλλον ἢ ὅταν ᾗ μὴ φυγάς, ὅταν φεύγων τύχῃ. ταῦτα μὲν πρὸς Εὐριπίδην εἶποι τις ἄν· σὺ δ’ εἰπέ μοι, ὦ ἑταῖρε, ὅτε Διογένης φεύγων ἦν Ἀθήνησιν, ἢ ὅτε πραθεὶς ὑπὸ τῶν λῃστῶν ἦλθεν εἰς Κόρινθον, ἄρα τότε πλείω παρρησίαν ἄλλος τις ἐπεδείξατο Διογένους ἢ Ἀθηναῖος ἢ Κορίνθιος; τί δ’; ἐλευθεριώτερος ἄλλος τις ἢ Διογένης τῶν τότε ἀνθρώπων ἦν; ὃς καὶ Ξενιάδου τοῦ πριαμένου αὐτὸν ὡς δεσπότης δούλου ἦρχεν. καὶ τί δεῖ τὰ παλαιὰ λέγειν; ἀλλ’ ἐγώ σοι οὐ δοκῶ εἶναι φυγάς; ἆρ’ οὖν ἐστέρημαι παρρησίας; ἆρα ἀφῄρημαι τὴν ἐξουσίαν τοῦ ἃ φρονῶ λέγειν; ἤδη δέ με εἶδες ἢ σὺ ἢ ἕτερος ὑποπτήσσοντά τῳ ὅτι φεύγω; ἢ χεῖρον ἔχειν τὰ πράγματα νομίζοντα νῦν ἢ πρότερον; ἀλλ’ οὐδὲ μὰ Δία λυπούμενον ἢ ἀθυμοῦντα διὰ τὴν φυγὴν φαίης ἂν ἑωρακέναι με. καὶ γὰρ εἰ τὴν πατρίδα τις [ἡμᾶς] ἀφῄρηται, τό γε δύνασθαι φέρειν φυγὴν οὐκ ἀφῄρηται. Οἷς δὲ λογισμοῖς χρῶμαι πρὸς ἐμαυτόν, ὥστε μὴ ἄχθεσθαι τῇ φυγῇ, τούτους καὶ πρὸς σὲ εἴποιμι ἄν, δοκεῖ μοι ἡ φυγὴ στερίσκειν μὲν ἄνθρωπον οὐ πάντως οὐδ’ ὧν οἱ πολλοὶ νομίζουσιν ἀγαθῶν, καθάπερ ἄρτι ἐδείκνυον. εἰ δ’ οὖν καὶ στερίσκοι ἢ τινὸς ἢ πάντων τούτων, τῶν γε ἀληθῶς ἀγαθῶν οὐ στερίσκει· οὔτε γὰρ ἀνδρείαν ἢ δικαιοσύνην ὁ φεύγων ἔχειν κωλύεται, διὸ φεύγει, οὔτε σωφροσύνην ἢ φρόνησιν, οὐδ’ αὖ ἀρετὴν ἄλλην ἡντινοῦν, αἳ παροῦσαί τε κοσμεῖν καὶ ὠφελεῖν πεφύκασι τὸν ἄνθρωπον καὶ ἐπαινετὸν ἀποφαίνειν καὶ εὐκλεῆ, ἀποῦσαί τε βλάπτειν καὶ καταισχύνειν κακὸν ἀποφαίνουσαι καὶ ἀκλεῆ. τούτων δὲ ταύτῃ ἐχόντων, εἰ μὲν ἀγαθὸς εἶ οὗτος καὶ τὰς ἀρετὰς ἔχεις, οὐκ ἄν σε βλάπτοι ἡ φυγὴ οὐδ’ ἂν ταπεινοίη, παρόντων γε τῶν ὠφελεῖν καὶ ἐπαίρειν μάλιστα δυναμένων· εἰ δὲ τυγχάνεις κακὸς ὤν, ἡ κακία σε βλάπτει καὶ οὐχ ἡ φυγή· καὶ τήν γε λύπην ἡ κακία σοι ἐπάγει, οὐχ ἡ φυγή· διὸ ταύτης ἀπολυθῆναι δεῖ σε σπεύδειν μᾶλλον ἢ τῆς φυγῆς. ταῦτα καὶ πρὸς ἐμαυτὸν ἔλεγον ἀεὶ καὶ πρὸς σὲ λέγω νῦν. σὺ δ’, ἂν σωφρονῇς, οὐ τὴν φυγὴν δεινὸν ἡγήσῃ εἶναι, ἥν γε φέρουσιν ἕτεροι εὐπετῶς, τὴν δὲ κακίαν ἧς ἐνούσης ἄθλιος πᾶς ὅστις ἂν ἔχῃ αὐτήν. καὶ γὰρ δὴ δυοῖν ἀνάγκη τὸ ἕτερον, ἢ ἀδίκως ἢ δικαίως σε φεύγειν· εἰ μὲν δὴ δικαίως, πῶς ποτε ὀρθὸν ἢ προσῆκον ἄχθεσθαι τοῖς δικαίοις; εἰ δ’ ἀδίκως, τῶν ἐξελασάντων τοῦτ’ ἂν εἴη κακόν, οὐχ ἡμέτερον· εἴπερ νὴ Δία τὸ μὲν ἀδικεῖν θεομισέστατόν ἐστιν, ὅπερ [ἐν] ἐκείνοις συμβέβηκε· τὸ δ’ ἀδικεῖσθαι, ὅπερ συμβέβηκεν ἡμῖν, καὶ παρὰ θεοῖς καὶ παρ’ ἀνθρώποις τοῖς ἐπιεικέσιν ἐπικουρίας, ἀλλ’ οὐχὶ μίσους ἄξιον εἶναι ὑπείληπται.