Ancient Greek · ~5 min
ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΕΙ ΠΑΝΤΑ ΤΑ ΓΙΓΝΟΜΕΝΑ ΤΕΚΝΑ ΘΡΕΠΤΕΟΝ.
Musonius Rufus, Dissertationum a Lucio digestarum reliquiae ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΕΙ ΠΑΝΤΑ ΤΑ ΓΙΓΝΟΜΕΝΑ ΤΕΚΝΑ ΘΡΕΠΤΕΟΝ.
Not analysed yet
Ὃ δέ μοι δοκεῖ δεινότατον, οὐδὲ πενίαν ἔνιοι προφασίζεσθαι ἔχοντες, ἀλλ’ εὔποροι χρημάτων ὄντες, τινὲς δὲ καὶ πλούσιοι, τολμῶσιν ὅμως τὰ ἐπιγινόμενα τέκνα μὴ τρέφειν, ἵνα τὰ προγενόμενα εὐπορῇ μᾶλλον, ἐξ ἀνοσίου μηχανώμενοι τὴν εὐπορίαν τοῖς παισίν [ἐξ ἀδελφῶν φόνου]· οἵ γε ἀναιροῦσιν αὐτῶν τοὺς ἀδελφούς, ἵν’ ἐκεῖνοι μερίδα μείζω τῶν πατρῴων ἔχωσι· κακῶς εἰδότες, ὅσῳ κρεῖττον 〈τὸ〉 πολλοὺς ἔχειν ἀδελφοὺς τοῦ πολλὰ ἔχειν χρήματα. χρήματα μὲν γὰρ ἐπιβουλὰς ἐγείρει παρὰ τῶν πλησίον· οἱ δ’ ἀδελφοὶ τοὺς ἐπιβούλους ἀνείργουσι. καὶ τὰ μὲν αὐτὰ δεῖται βοηθείας· οἱ δ’ ἀδελφοὶ βοηθοί εἰσι κράτιστοι. καὶ οὔτε φίλον ἀγαθὸν ἀδελφῷ παρὰ τὸν †ἀπὸ ἀνθρώπων ἑτέρων ὁμοίων τε καὶ ἴσων τῇ ἀπ’ ἀδελφῶν. τί δ’ ἄν τις παραβάλοι καλὸν εὐνοίᾳ τῇ ἐξ ἀδελφοῦ εἰς ἀσφαλείας λόγον; τίνα δὲ κοινωνὸν ἀγαθῶν εὐμενέστερον σχοίη τις ἂν ἢ ἀδελφὸν ἐπιεικῆ; τίνος δὲ παρουσίαν ἐν συμφοραῖς μᾶλλον ποθήσειεν ἂν ἢ τοιούτου ἀδελφοῦ; ἐγὼ μὲν ἀξιοζηλότατον ἡγοῦμαι τὸν ἐπὶ πλήθει ἀδελφῶν ὁμονοούντων βιοῦντα· καὶ θεοφιλέστατον εἶναι νομίζω τὸν ἄνδρα τοῦτον οἴκοθεν ἔχοντα τἀγαθά. διὸ καὶ νομίζω δεῖν ἕκαστον ἡμῶν τοῖς αὑτοῦ παισὶ πειρᾶσθαι χρημάτων μᾶλλον ἀπολείπειν ἀδελφούς, ὡς ἀφορμὰς ἀγαθῶν ἀπολείψοντα μείζονας.