Ancient Greek · ~27 min
ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΕΙ ΠΑΝΤΑ ΠΕΙΣΤΕΟΝ ΤΟΙΣ ΓΟΝΕΥΣΙΝ.
Musonius Rufus, Dissertationum a Lucio digestarum reliquiae ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΕΙ ΠΑΝΤΑ ΠΕΙΣΤΕΟΝ ΤΟΙΣ ΓΟΝΕΥΣΙΝ..1
Not analysed yet
Νεανίας τις, ὃν ὁ πατὴρ φιλοσοφεῖν βουλόμενον ἐκώλυεν, ἤρετο αὐτὸν ὧδέ πως· Ἆρά γε, ὦ Μουσώνιε, χρὴ πάντα πείθεσθαι τοῖς γονεῦσιν, ἢ ἔστιν ἃ καὶ παρακουστέον αὐτῶν; Καὶ ὁ Μουσώνιος· Πείθεσθαι μέν, ἔφη, μητρὶ ἢ πατρὶ τῷ ἑαυτοῦ ἕκαστον φαίνεται καλόν, καὶ · ἐπαινῶ ἔγωγε. τί μέντοι τὸ πείθεσθαί ἐστι, θεασώμεθα· μᾶλλον δὲ πρότερον τὸ ἀπειθεῖν ὁποῖόν τι, καὶ ὁ ἀπειθὴς ὅστις, καταμάθωμεν, εἶθ’ οὕτως κρεῖττον ὀψόμεθα τὸ πείθεσθαι ὁποῖόν τί ἐστι. φέρε δή, εἰ ὑῷ νοσοῦντι ὁ πατὴρ οὐκ ὢν ἰατρὸς οὐδὲ ἔμπειρος ὑγιεινῶν τε καὶ νοσερῶν προστάττοι τι ὡς ὠφέλιμον, τὸ δὲ εἴη βλαβερὸν καὶ ἀσύμφορον, καὶ μὴ λανθάνοι τὸν νοσοῦντα τοιοῦτον ὄν, ἆρά γε μὴ πράττων ἐκεῖνος τὸ προσταχθὲν ἀπειθεῖ τε καὶ ἀπειθής ἐστιν; ἀλλ’ οὐκ ἔοικεν. τί δέ, εἴ του ὁ πατὴρ νοσῶν αὐτὸς οἶνον ἢ τροφὴν αἰτοίη παρὰ καιρόν, μέλλων εἰ λάβοι μείζω τὴν νόσον ποιεῖν, ὁ δὲ παῖς τοῦτο εἰδὼς μὴ διδοίη, ἆρά γε ἀπειθεῖ τῷ πατρί; οὐκ ἔστιν εἰπεῖν. καὶ πολύ γε τούτου ἧττον ἐκεῖνον, οἶμαι, φαίη ἄν τις ἀπειθῆ εἶναι, ὅστις πατέρα φιλοκερδῆ ἔχων, κελευόμενος ὑπ’ αὐτοῦ κλέπτειν ἢ παρακαταθήκην ἀποστερεῖν, οὐχ ὑπουργεῖ τῷ προστάγματι. ἢ οὐκ οἴει σύ τινας εἶναι πατέρας, οἳ τοιαῦτα τοῖς ἑαυτῶν παισὶ προστάττουσιν; ἐγὼ μὲν γὰρ οἶδά τινα οὕτω πονηρόν, ὅς γε υἱὸν ἔχων ὡραῖον τὴν ὥραν ἀπέδοτο αὐτοῦ. εἰ οὖν ἐκεῖνο τὸ μειράκιον τὸ πεπραμένον, πεμπόμενον ὑπὸ τοῦ πατρὸς ἐπὶ τὴν αἰσχύνην, ἀντέλεγε καὶ οὐκ ἀπῄει, πότερον ἀπειθὲς ἂν τὸ μειράκιον ἔφαμεν εἶναι ἢ σωφρονεῖν; ἢ οὐδὲ ἐρωτᾶν τοῦτό γε ἄξιον; καὶ γὰρ δὴ τὸ μὲν ἀπειθεῖν καὶ ὁ ἀπειθὴς λοιδορία ἐστὶ καὶ ὄνειδος· τὸ δὲ μὴ πράττειν ἃ μὴ χρὴ οὐκ ὄνειδος, ἀλλ’ ἔπαινος. ὥστε εἴτε πατρὸς εἴτε ἄρχοντος εἴτε καὶ νὴ Δία δεσπότου προστάγματι μὴ ὑπουργεῖ τις. κακὰ προστάττοντος ἢ ἄδικα ἢ αἰσχρά, οὐκ ἀπειθεῖ οὐδαμῶς, ὥσπερ οὐδ’ ἀδικεῖ οὐδ’ ἁμαρτάνει· ἀλλ’ ἐκεῖνος ἀπειθεῖ μόνος ὁ τῶν εὖ καὶ καλῶς καὶ συμφερόντως προσταττομένων ἀφροντιστῶν καὶ παρακούων. ὁ μὲν οὖν ἀπειθὴς τοιοῦτός τίς ἐστιν· ὁ δ’ εὐπειθὴς ἔχει μὲν ἐναντίως τούτῳ καὶ ἔστιν ἐναντίος, εἴη δ’ ἂν ὁ τῷ τὰ προσήκοντα παραινοῦντι κατήκοος ὢν καὶ ἑπόμενος ἑκουσίως, οὗτος εὐπειθής. ὅθεν καὶ γονεῦσι τοῖς ἑαυτοῦ τότε πείθεταί τις, ὅταν χρηστὰ παραινούντων αὐτῶν ταῦτα πράττῃ ἑκών. ἐγὼ μέντοι κἂν μὴ παραινούντων τῶν γονέων πράττῃ τις ἃ χρὴ καὶ συμφέρει αὑτῷ, φημὶ τοῦτον πείθεσθαι τοῖς γονεῦσιν· καὶ ὅτι ὀρθῶς φημι, σκόπει οὕτως. ὁ γὰρ δὴ πράττων ἃ βούλεται ὁ πατὴρ καὶ τῇ βουλήσει τοῦ πατρὸς ἑπόμενος πείθεται, οἶμαι, τῷ πατρί· ὁ δὲ πράττων ἃ δεῖ καὶ ἃ κρεῖττόν ἐστι, τῇ βουλήσει ἕπεται τοῦ πατρός. τίνα τρόπον; ὅτι πάντες οἱ γονεῖς εὐνοοῦσι δήπου τοῖς ἑαυτῶν παισίν, εὐνοοῦντες δὲ βούλονται ἃ χρὴ καὶ συμφέρει πράττεσθαι ὑπ’ αὐτῶν. ὅστις οὖν πράττει τὰ προσήκοντα καὶ τὰ συμφέροντα, πράττει οὗτος ἃ βούλονται οἱ γονεῖς. ὥστε πείθεται τοῖς γονεῦσι ταῦτα πράττων, κἂν μὴ τῷ λόγῳ κελεύωσιν αὐτὰ πράττειν οἱ γονεῖς. τοῦτο δὴ μόνον προσήκει σκοπεῖν, ὅστις βούλεται πείθεσθαι τοῖς γονεῦσιν ἐφ’ ἑκάστῳ τῶν πραττομένων, εἰ καλὸν καὶ συμφέρον ὃ μέλλει πράξειν ἐστίν, ἕτερον δὲ οὐδέν, ὡς ἂν ὑπάρχῃ τοιοῦτον εὐθὺς καὶ τοῦ πράττοντος αὐτὸ πειθομένου τοῖς γονεῦσιν. μὴ τοίνυν σύ γε δείσῃς, ὦ νεανίσκε, ὡς ἀπειθήσεις τῷ πατρί, ἂν ἢ ἃ 〈μὴ〉 προσήκει δρᾶν κελεύοντος τοῦ πατρὸς ἀπέχῃ τοῦ ταῦτα δρᾶν, ἢ ἃ προσήκει ἀπαγορεύοντος, ⟨τοῦ⟩ ταῦτα μὴ δρᾶν. μηδέ σοι πρόφασις ἔστω τοῦ ἁμαρτάνειν ὁ πατὴρ ἢ κελεύων τι τῶν πράττεσθαι μὴ καλῶν ἢ ἀπαγορεύων τι τῶν καλῶν. οὐδεμία γὰρ ἀνάγκη σοι τὰ μὴ εὖ προσταττόμενα ὑπουργεῖν· καὶ τοῦτό μοι δοκεῖς οὐδ’ αὐτὸς ἀγνοεῖν. οὔκουν ἀνέξῃ τοῦ πατρὸς ἐν μουσικοῖς, ἐὰν ἐκεῖνος οὐκ ἐπαΐων μουσικῆς προστάττῃ κρούειν ἀμούσως τὴν λύραν, ἢ ἐπιστάμενον γράμματα οὐκ ἐπιστάμενος κελεύῃ σε γράφειν καὶ ἀναγινώσκειν μὴ ὡς ἔμαθες, ἀλλ’ ἑτέρως· οὐδέ γε ἂν ἐπιστάμενον κυβερνᾶν οὐκ ὢν κυβερνητικὸς κελεύῃ σε κινεῖν τὸ πηδάλιον ὡς οὐ προσήκει, οὐ προσέξεις αὐτῷ. τί οὖν; ταῦτα μὲν ταύτῃ ἔχει· ἂν δέ σε κωλύῃ φιλοσοφεῖν ὁ πατὴρ εἰδότα καὶ ἀκηκοότα ὁποῖόν τι φιλοσοφία ἐστίν, αὐτὸς ἀγνοῶν, ἆρά γε προσεκτέον αὐτῷ, ἢ μεταδιδακτέον μᾶλλον αὐτὸν ὡς οὐκ εὖ σοι παραινεῖ; ἐμοὶ μὲν οὕτω δοκεῖ. τάχα μὲν οὖν τις καὶ λόγῳ χρώμενος μόνῳ πείσειεν ἂν τὸν αὐτὸς αὑτοῦ πατέρα διανοεῖσθαι ᾗ προσήκει περὶ φιλοσοφίας, ἄν γε μὴ τέλεον ᾖ σκληρὸς τὴν φύσιν ὁ πατήρ. εἰ δ’ οὖν μὴ πείθοιτο τῷ λόγῳ μηδὲ ἕποιτο, ἀλλὰ τά γε ἔργα πάντως τὰ τοῦ παιδὸς ὑπάξεται αὐτόν, εἰ φιλοσοφεῖ τῇ ἀληθείᾳ ὁ παῖς. ἔσται γὰρ δὴ φιλοσοφῶν προθυμότατος μὲν θεραπεύειν τὸν πατέρα θεραπείαν ἅπασαν, κοσμιώτατος δὲ καὶ πρᾳότατος, ἐν τῇ συνουσίᾳ ἥκιστα φίλερις ὢν ἢ φίλαυτος καὶ οὔτε προπετὴς οὔτε ταραχώδης οὔτ’ ὀργίλος· ἔτι δὲ ἐγκρατὴς μὲν εἴη ἂν γλώσσης, γαστρός, ἀφροδισίων, καρτερικὸς δὲ πρὸς τὰ δεινὰ καὶ τοὺς πόνους· καὶ νοῆσαι μὲν ὅ τι καλὸν ἱκανώτατος, οὐχ ὑπερβαίνων δὲ τὸ φαινόμενον καλόν. ὅθεν καὶ τῶν μὲν ἡδέων ὑφήσεται τῷ πατρὶ πάντων ἑκών· τὰ δὲ ἐπίπονα πρὸ ἐκείνου δέξεται αὐτός. τοιοῦτον οὖν υἱὸν τίς μὲν οὐκ ἂν ἔχειν εὔξαιτο τοῖς θεοῖς; τίς δὲ ἔχων οὐκ〈ἂν〉 ἀγαπήσειεν, δι’ ὃν ὑπάρξειεν αὐτῷ ζηλωτὸν εἶναι καὶ μακαριστὸν πατέρα παρὰ τοῖς εὖ φρονοῦσι πᾶσιν; εἰ δ’ οὖν, ὦ νεανίσκε, καὶ τοιοῦτος ὤν, ὁποῖος ἔσῃ πάντως ἄν γε ἀληθῶς φιλοσοφῇς, οὐχ ὑπάξῃ τὸν πατέρα τὸν σὸν οὐδὲ πείσεις ἐπιτρέπειν σοι καὶ συγχωρεῖν ταῦτα πράττειν, ἐκεῖνο λόγισαι· ὁ πατὴρ ὁ σὸς κωλύει σε φιλοσοφεῖν· ὁ δέ γε κοινὸς ἁπάντων πατὴρ ἀνθρώπων τε καὶ θεῶν Ζεὺς κελεύει σε καὶ προτρέπει. πρόσταγμά τε γὰρ ἐκείνου καὶ νόμος ἐστὶ τὸν ἄνθρωπον εἶναι δίκαιον, χρηστόν, εὐεργετικόν, σώφρονα, μεγαλόφρονα, κρείττω πόνων, κρείττω ἡδονῶν, φθόνου παντὸς καὶ ἐπιβουλῆς ἁπάσης καθαρόν· ἵνα δὲ συντεμὼν εἴπω, ἀγαθὸν εἶναι κελεύει τὸν ἄνθρωπον ὁ νόμος ὁ τοῦ Διός. τὸ δέ γε εἶναι ἀγαθὸν τῷ φιλόσοφον εἶναι ταὐτόν ἐστιν. εἰ δὴ τῷ πείθεσθαι 〈τῷ⟩ πατρὶ τῷ ἀνθρώπῳ ἕπεσθαι μέλλεις, εἰ δὲ φιλοσοφοίης, τῷ Διΐ, δῆλον ὡς φιλοσοφητέον σοι μᾶλλον, ἢ οὔ. ἀλλὰ νὴ Δία εἴρξει σε ὁ πατὴρ καὶ κατακλείσας ἕξει, ἵνα δὴ μὴ φιλοσοφῇς. ταῦτα μὲν ποιήσει ἴσως, τοῦ δέ γε φιλοσοφεῖν οὐκ ἀπείρξει σε μὴ βουλόμενον· οὐ γὰρ χειρὶ ἢ ποδὶ φιλοσοφοῦμεν οὐδὲ τῷ ἄλλῳ σώματι, ψυχῇ δὲ καὶ ταύτης ὀλίγῳ μέρει, ὃ δὴ διάνοιαν καλοῦμεν. ταύτην γε μὴν ἐν ὀχυρωτάτῳ ἵδρυσεν ὁ θεὸς ὥστε ἀόρατον εἶναι καὶ ἄληπτον, καὶ ἀνάγκης πάσης ἐκτὸς ἐλευθέραν καὶ αὐτεξούσιον. ἄλλως τε ἐὰν τύχῃ οὖσα χρηστή, οὐ δυνήσεταί σε κωλύειν ὁ πατὴρ οὔτε χρῆσθαι τῇ διανοίᾳ οὔτε ἃ χρὴ διανοεῖσθαι οὔτε ἀρέσκεσθαι μὲν τοῖς καλοῖς, μὴ ἀρέσκεσθαι δὲ τοῖς αἰσχροῖς· οὐδ’ αὖ τὰ μὲν αἱρεῖσθαι, τὰ δὲ ἐκκλίνειν. ταῦτα μὲν ποιῶν εὐθὺς φιλοσοφοίης ἄν, καὶ οὔτε τρίβωνα πάντως ἀμπέχεσθαι δεήσει σε οὔτε ἀχίτωνα διατελεῖν, οὐδὲ κομᾶν, οὐδ’ ἐκβαίνειν τὸ κοινὸν τῶν πολλῶν. πρέπει μὲν γὰρ καὶ ταῦτα τοῖς φιλοσόφοις· ἀλλ’ οὐκ ἐν τούτοις τὸ φιλοσοφεῖν ἐστιν, ἀλλ’ ἐν τῷ φρονεῖν ἃ χρὴ καὶ διανοεῖσθαι.