Ancient Greek · ~11 min
ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΟΤΙ ΠΟΝΟΥ ΚΑΤΑΦΡΟΝΗΤΕΟΝ.
Musonius Rufus, Dissertationum a Lucio digestarum reliquiae ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΟΤΙ ΠΟΝΟΥ ΚΑΤΑΦΡΟΝΗΤΕΟΝ.
Not analysed yet
Πρὸς δὲ τὸ ῥᾷον καὶ προθυμότερον ὑφίστασθαι τῶν πόνων ἐκείνους, οὓς ἂν ὑπὲρ ἀρετῆς καὶ καλοκἀγαθίας μέλλωμεν πονεῖν, ταῦτα λελογίσθαι χρήσιμα· πόσα μὲν πονοῦσιν ἔνιοι δι’ ἐπιθυμίας κακάς, ὥσπερ οἱ ἐρῶντες ἀκολάστως, πόσα δ’ ὑπομένουσιν ἄλλοι τοῦ κερδαίνειν χάριν, πόσα δ’ αὖ κακοπαθοῦσιν ἔνιοι θηρώμενοι δόξαν. καίτοι οὗτοι πάντες ὑπομένουσιν αὐθαίρετοι πᾶσαν ταλαιπωρίαν. ἆρ’ οὖν οὐχὶ δεινὸν ἐκείνους μὲν ὑπὲρ οὐδενὸς τῶν καλῶν ἀνέχεσθαι ταῦτα πάσχοντας, ἡμᾶς δ’ ὑπὲρ καλοκἀγαθίας καὶ τοῦ κακίαν μὲν ἐκφυγεῖν τὴν λυμαινομένην ἡμῶν τὸν βίον, κτήσασθαι δὲ ἀρετήν, ἥ τις ἁπάντων τῶν ἀγαθῶν ἐστι χορηγός, μὴ πάντα πόνον ἑτοίμως ὑφίστασθαι; καίτοι οὐδ’ ἂν εἴποι τις ὅσῳ κρεῖττον ἀντὶ μὲν τοῦ πονεῖν, ἵνα τύχῃ τις γυναικὸς ἀλλοτρίας, τὸ πονεῖν, ἵνα παιδαγωγήσῃ τὰς ἐπιθυμίας τὰς ἑαυτοῦ· ἀντὶ δὲ τοῦ περὶ χρημάτων ταλαιπωρεῖν τὸ ἀσκεῖν ὥστε ὀλίγων δεῖσθαι· πρὸ δὲ τοῦ πράγματα ἔχειν ὑπὲρ δόξης τὸ πραγματεύεσθαι ὅπως μὴ δοξοκόπος ᾖ· πρὸ δέ γε τοῦ ζητεῖν, ὅπως ᾧ φθονεῖ τις κακοποιήσῃ τοῦτον, τὸ σκοπεῖν ὅπως μηδὲν φθονήσῃ μηδενί· καὶ πρό γε τοῦ δουλεύειν τισὶ καλουμένοις φίλοις, ὥσπερ οἱ κόλακες, τὸ κακοπαθεῖν ἵνα κτήσηται φίλους ἀληθινούς· καθόλου δὲ τοῦ πονεῖν πᾶσιν ἀνθρώποις ἀναγκαίου ὄντος, τοῖς τε τῶν κρειττόνων ὀρεγομένοις καὶ τοῖς τῶν χειρόνων, τὸ μὴ πολλῷ εἶναι προθυμοτέρους πονεῖν τοὺς τὰ κρείττω μετιόντας ⟨ἢ⟩ οἷς ἐλπίδες μικραὶ τῶν πόνων εἰσίν, ἀτοπώτατον. ἀλλ’ οἱ μὲν ἄρα θαυματοποιοὶ δύσκολα οὕτως ὑφίστανται πράγματα καὶ τὴν ζωὴν παραβάλλονται τὴν ἑαυτῶν, οἱ μὲν εἰς μαχαίρας κυβιστῶντες, οἱ δ’ ἐπὶ κάλων μετέωροι βαδίζοντες, οἱ δ’ ὥσπερ ὄρνεα πετόμενοι διὰ τοῦ ἀέρος, ὧν τὸ σφάλμα θάνατός ἐστιν. καὶ ταῦτα πάντα δρῶσι μικροῦ χάριν μισθοῦ· ἡμεῖς δ’ οὐκ ἀνεξόμεθα ταλαιπωρεῖν ὑπὲρ εὐδαιμονίας ὅλης; οὐ γὰρ ἄλλο τί γε τέλος ἐστὶ τοῦ γενέσθαι ἀγαθὸν ἢ τὸ εὐδαιμονεῖν καὶ ζῆν μακαρίως εἰς τὸ λοιπόν. εἰκότως δ’ ἄν τις λογίζοιτο καὶ τὸ τῶν ζῴων ἐνίων ὁποῖόν ἐστι, πάνυ δὴ δυνάμενον ἐντρέπειν ἡμᾶς φιλοπόνους εἶναι. οἱ γοῦν ὄρτυγες καὶ ἀλεκτρυόνες οὔτ’ ἀρετῆς ἐπαΐοντες οὐδὲν ὥσπερ ὁ ἄνθρωπος οὔτε τὸ καλὸν καὶ δίκαιον εἰδότες οὐδ’ ὑπὲρ τοιούτου πονοῦντες οὐθενός, ὅμως μαχόμενοι πρὸς ἀλλήλους καὶ πηρούμενοι ἀνέχονται καὶ μέχρι θανάτου καρτεροῦσιν, ὥστε μὴ ἡττᾶσθαι θατέρου ὁ ἕτερος. πόσῳ δὴ μᾶλλον εἰκὸς ἡμᾶς ἀνέχεσθαί τε καὶ καρτερεῖν, ὅταν ἐπιστώμεθα διά τι τῶν καλῶν κακοπαθοῦντες, ἢ ἵνα φίλοις βοηθήσωμεν ἢ πόλιν ὠφελήσωμεν ἢ ἵνα γυναικῶν ἢ τέκνων ὑπερμαχήσωμεν, τὸ δὲ μέγιστον καὶ κυριώτατον, ἵνα ἀγαθοὶ ὧμεν καὶ δίκαιοι καὶ σώφρονες, ὃ δίχα πόνων οὐ παραγίνεται οὐδενί. ὅθεν ἔπεισί μοι λέγειν, ὡς ὁ μὴ θέλων πονεῖν σχεδὸν καταδικάζει αὐτὸς αὑτοῦ μηδενὸς εἶναι ἀγαθοῦ ἄξιος, ὅτι τὰ ἀγαθὰ πόνῳ πάντα κτώμεθα. Ταῦτα μὲν καὶ τοιαῦθ’ ἕτερα εἶπε τότε, ἐπεγείρων καὶ παρορμῶν τοὺς παρόντας πόνου καταφρονεῖν.