Ancient Greek · ~33 min
ΜΟΥΣΩΝΟΥ ΕΚ ΤΟΥ ΟΤΙ ΦΙΛΟΣΟΦΗΤΕΟΝ ΚΑΙ ΤΟΙΣ ΒΑΣΙΛΕΥΣΙΝ.
Musonius Rufus, Dissertationum a Lucio digestarum reliquiae ΜΟΥΣΩΝΟΥ ΕΚ ΤΟΥ ΟΤΙ ΦΙΛΟΣΟΦΗΤΕΟΝ ΚΑΙ ΤΟΙΣ ΒΑΣΙΛΕΥΣΙΝ..1
Not analysed yet
Εἰσελθόντος δέ ποτε ὡς αὐτὸν τῶν βασιλέων τινὸς τῶν ἀπὸ τῆς Συρίας, ἦσαν γὰρ ἔτι τότε ἐν Συρίᾳ βασιλεῖς Ῥωμαίων ὑπήκοοι, ἄλλα τε πολλὰ εἶπε πρὸς τὸν ἄνδρα καὶ δὴ καὶ ταῦτα. Μὴ οἴου, ἔφη, ἄλλῳ τινὶ μᾶλλον προσήκειν φιλοσοφεῖν ἢ σοί, μηδ’ ἄλλου του χάριν μᾶλλον ἢ ὅτι βασιλεὺς τυγχάνεις ὤν. δεῖ μὲν γὰρ δήπου δύνασθαι τὸν βασιλέα σῴζειν ἀνθρώπους καὶ εὐεργετεῖν· τὸν δέ γε σώσοντα καὶ εὐεργετήσοντα χρὴ ἐπίστασθαι, τί μὲν ἀγαθὸν ἀνθρώπῳ τί δὲ κακόν, καὶ τί μὲν ὠφέλιμον τί δὲ βλαβερόν, καὶ συμφέρον γε καὶ ἀσύμφορον· εἴ γε ἀπόλλυνται μὲν οἱ περιπίπτοντες τοῖς κακοῖς, σῴζονται δὲ οἱ τυγχάνοντες τῶν ἀγαθῶν, καὶ εὐεργετοῦνται μὲν οἱ ἀξιούμενοι τῶν ὠφελίμων καὶ συμφερόντων, κακοποιοῦνται δὲ οἱ ἐμβαλλόμενοι τοῖς ἀσυμφόροις καὶ βλαβεροῖς. ἀγαθὸν μέντοι καὶ κακὸν ἢ συμφέρον καὶ ἀσύμφορον ἢ ὠφέλιμον καὶ βλαβερὸν οὐκ ἄλλου του διαγινώσκειν ἢ τοῦ φιλοσόφου ἐστίν, ὃς αὐτὸ τοῦτο διατελεῖ πραγματευόμενος, ὅπως μηδὲ ἓν τούτων ἀγνοήσει, καὶ τέχνην πεποίηται ταύτην εἰδέναι τί φέρει πρὸς ἀνθρώπου εὐδαιμονίαν ἢ κακοδαιμονίαν. διὸ φαίνεται δεῖν τὸν βασιλέα φιλοσοφεῖν. καὶ μὴν προσήκει μὲν τῷ βασιλεῖ, μᾶλλον δ’ ἀνάγκη ἐστὶν αὐτῷ, τὰ δίκαια βραβεύειν τοῖς ὑπηκόοις, ὡς μήτε πλέον ἔχειν μήτε ἐλαττοῦσθαι μηδένα παρὰ τὴν ἀξίαν, ἀλλὰ καὶ τιμῆς καὶ τιμωρίας τυγχάνειν τοὺς ἀξίους. ταῦτα δὲ πῶς ποτε δυνηθείη ἄν τις δίκαιος οὐκ ὤν; δίκαιος δὲ πῶς ἂν εἴη τις μὴ ἐπιστάμενος δικαιοσύνην, ὁποῖόν τι ἐστίν; πάλιν οὖν καὶ ταύτῃ φιλοσοφητέον τῷ βασιλεῖ, ὅτι δικαιοσύνην καὶ τὸ δίκαιον οὐκ ἂν ἄλλως φαίνοιτο γνούς, εἰ μὴ φιλοσοφήσειεν. οὐ γὰρ οὔθ’ ὡς οὐχ ὁ μαθὼν μᾶλλον εἰδήσει τὰ δίκαία τοῦ μὴ μαθόντος ἔστιν εἰπεῖν, οὔθ’ ὡς οὐκ ἀμαθεῖς εἰσι τῶν τοιούτων πάντες οἱ μὴ φιλοσοφήσαντες. στασιάζουσι γοῦν καὶ πολεμοῦσι περὶ τῶν δικαίων πρὸς ἀλλήλους, οἱ μὲν ταῦτα φάσκοντες οἱ δὲ ἐκεῖνα δικαιότερα εἶναι. καίτοι περί γε ὧν ἐπίστανται ἄνθρωποι, περὶ τούτων οὐ διαφέρονται· οὔτε περὶ λευκῶν ἢ μελάνων, ἢ θερμῶν ἢ ψυχρῶν, οὔτε περὶ μαλακῶν ἢ σκληρῶν· ἀλλὰ κατὰ τὰ αὐτὰ περὶ τούτων ἅπαντες φρονοῦσί τε καὶ λέγουσιν· ὥστε καὶ περὶ τῶν δικαίων ὡμονόουν ἂν παραπλησίως, εἴπερ ᾔδεσαν ἅ τινα ἐστίν· ἐν ὦ δ’ οὐχ ὁμονοοῦσιν, ἀγνοοῦντες φαίνονται. καὶ οὐδὲ σὺ ταύτης ἐκτὸς εἶ τῆς ἀγνοίας, ὡς ἐγὼ δοκῶ· ὅθεν ἐπιμελητέον σοι τῆς γνώσεως μᾶλλον ἢ ἄλλῳ ὁτῳοῦν, καὶ τοσούτῳ γε μᾶλλον ⟨ὅσῳ περ⟩ αἴσχιον ἀνδρὶ βασιλεῖ ἢ ἰδιώτῃ εἶναι ἐν ἀγνοίᾳ δικαιοσύνης. Ἔτι τοίνυν δεῖ μὲν τὸν βασιλέα σωφρονεῖν αὐτόν, δεῖ δὲ τοὺς ὑπηκόους σωφρονίζειν, ἵν’ ὁ μὲν ἄρχῃ σωφρόνως, οἱ δ’ ἄρχωνται κοσμίως, μηδέτεροι δὲ τρυφῶσι· λυμαντικὸν γὰρ ἄρχοντός τε καὶ ἰδιώτου παντὸς ἡ τρυφή. πῶς δ’ ἂν ἢ αὐτὸς σωφρονήσειέ τις μὴ μελετήσας κρατεῖν τῶν ἐπιθυμιῶν, ἢ ἀκόλαστος ὢν ἄλλους ποιήσειε σώφρονας; τίς μέντοι ἐπιστήμη πρὸς σωφροσύνην ἄγει πλὴν φιλοσοφίας, οὐκ ἔστιν εἰπεῖν· αὕτη γὰρ διδάσκει μὲν ἐπάνω ἡδονῆς εἶναι, διδάσκει δ’ ἐπάνω πλεονεξίας, διδάσκει δὲ ἀγαπᾶν εὐτέλειαν, διδάσκει δὲ φεύγειν πολυτέλειαν, ἐθίζει δ’ αἰδῶ ἔχειν, ἐθίζει δὲ γλώττης κρατεῖν, τάξιν δὲ καὶ κόσμον καὶ εὐσχημοσύνην περιποιεῖ καὶ ὅλως τὸ ἐν κινήσει καὶ σχέσει πρέπον. ταῦτα δὲ ἀνθρώπῳ προσόντα παρέχεται σεμνὸν καὶ σώφρονα αὐτόν. καὶ δὴ καὶ βασιλεύς, ὅτῳ ὑπάρχει ταῦτα, μάλιστα ἂν εἴη θεοπρεπής τε καὶ αἰδοῦς ἄξιος. τό γε μὴν ἄφοβον καὶ ἀνέκπληκτον καὶ θαρσαλέον ἔστι μὲν ἀνδρείας ἔργον, πῶς δ’ ἂν ἄλλως μᾶλλον ἀνθρώπῳ ὑπάρξειεν ἢ εἴ τις περὶ θανάτου καὶ πόνου λάβοι πίστιν ἰσχυρὰν ὡς οὐ κακοῖν ὄντοιν αὐτοῖν; ταῦτα γὰρ δὴ τὰ ἐξιστάντα καὶ φοβοῦντα τοὺς ἀνθρώπους ἐστίν, ὅ τε θάνατος καὶ ὁ πόνος, ὅταν ὡς περὶ κακῶν πεπεισμένοι ὦσιν αὐτῶν· μὴ κακὰ δ’ εἶναι ταῦτα φιλοσοφία διδάσκει μόνη. ὥστ’ εἴπερ ἀνδρείαν κτητέον τοῖς βασιλεῦσι, κτητέον δὲ παντὸς ⟨ὁτου〉οῦν ἑτέρου μᾶλλον, ἐπιμελητέον τοῦ φιλοσοφεῖν αὐτοῖς, ὡς οὐκ ἂν ἑτέρως ἀνδρείοις γενομένοις. καὶ δὴ βασιλικὸν μέν, εἴ τι ἄλλο, καὶ τὸ ἀήττητον ἐν λόγῳ εἶναι καὶ δύνασθαι κρατεῖν ὥσπερ ὅπλοις τῶν μαχομένων, οὕτω λόγοις 〈τῶν〉 διαλεγομένων· ὡς ἄν γε ταύτῃ ἀσθενήσωσιν οἱ βασιλεῖς, ἀνάγκη πολλάκις περιάγεσθαι αὐτοὺς καὶ βιάζεσθαι τὰ ψευδῆ ὡς ἀληθῆ προσίεσθαι, ὅπερ ἀφροσύνης ἔργον καὶ ἀμαθίας τῆς ἐσχάτης. φιλοσοφία δ’ οὐκ οἶδ’ εἴ τι 〈ἄλλο〉 μᾶλλον ἢ τοῦτο παρέχειν τοῖς μετιοῦσιν αὐτὴν πέφυκεν, ὥστε περιεῖναι λόγῳ τῶν πλησίον καὶ τὰ ψευδῆ διακρίνειν ἀπὸ τῶν ἀληθῶν καὶ τὰ μὲν ἐλέγχειν τὰ δὲ βεβαιοῦν. οἱ γοῦν ῥήτορες ὁπόταν ἔλθωσιν εἰς ταὐτὸ τοῖς φιλοσόφοις καὶ διδῶσι καὶ λαμβάνωσι λόγον, ἔστιν ὁρᾶν αὐτοὺς συγκρουομένους ἀπορουμένους, ἐναντία λέγειν αὑτοῖς ἀναγκαζομένους· καίτοι ὁπόταν οἱ ῥήτορες, οἱ τοῦτο πεποιημένοι ἔργον λόγους μελετᾶν, ἀσθενέστεροι περὶ λόγους ἁλίσκωνται τῶν φιλοσόφων ὄντες, τί χρὴ τοὺς ἄλλους ἀνθρώπους ὑπολαμβάνειν; ὅθεν εἴ τινι ὄντι βασιλεῖ ἔστιν ἐπιθυμία τοῦ ἐν λόγῳ κράτους, φιλοσοφητέον αὐτῷ, ἵνα μὴ δεδίῃ μηδὲ ταύτῃ μηδένα ὡς περιγενησόμενον αὐτοῦ, δέον ἁπανταχοῦ ἀδεῆ εἶναι τὸν βασιλέα καὶ θαρραλέον καὶ ἀήττητον. Καθόλου δὲ τὸν μὲν βασιλέα τὸν ἀγαθὸν ἀνάγκη πᾶσα καὶ λόγῳ καὶ ἔργῳ εἶναι ἀναμάρτητον καὶ τέλειον· εἴ περ δεῖ αὐτόν, ὥσπερ ἐδόκει τοῖς παλαιοῖς, νόμον ἔμψυχον εἶναι, εὐνομίαν μὲν καὶ ὁμόνοιαν μηχανώμενον, ἀνομίαν δὲ καὶ στάσιν ἀπείργοντα, ζηλωτὴν δὲ τοῦ Διὸς ὄντα καὶ πατέρα τῶν ἀρχομένων ὥσπερ ἐκεῖνον. τοιοῦτος δὲ πῶς ἂν εἴη τις μὴ φύσει τε διαφερούσῃ κεχρημένος παιδείαν τε τὴν ἀρίστην πεπαιδευμένος ἀρετάς τε ἁπάσας ἔχων, ὅσαι περ ἀνθρώπῳ προσήκουσιν; εἰ μὲν οὖν καὶ ἑτέρα ἐπιστήμη ἐστὶν ἡ ποδηγοῦσα πρὸς ἀρετὴν ἀνθρώπου φύσιν καὶ ἀσκεῖν καὶ μετιέναι τὰ καλὰ διδάσκουσα, παραβλητέον ἂν εἴη καὶ συγκριτέον, εἴτε ἐκείνη εἴτε φιλοσοφία κρείττων καὶ ἀποχρῶσα μᾶλλον ἀγαθὸν ἀποδεῖξαι βασιλέα· καὶ τῇ κρείττονι χρῷτ’ ἂν εἰκότως ὁ βασιλεὺς βουλόμενός γε δὴ εἶναι ἀγαθός. εἰ δ’ ἄλλη μὲν οὖν οὐδ’ ὑπισχνεῖται τέχνη οὐδεμία παράδοσιν καὶ διδασκαλίαν ἀρετῆς, 〈ἀλλ’ εἰσὶν〉 αἱ μὲν περὶ τὸ σῶμα τὸ ἀνθρώπινον καὶ τὰ τούτῳ χρήσιμα πραγματευόμεναι μόνον, ὅσαι δὲ τῆς ψυχῆς ἐφάπτονται, πάντα σκοπούμεναι μᾶλλον, ἢ ὅθεν αὐτὴ σωφρονήσει· μόνη δὲ φιλοσοφία τοῦτο σκοπεῖται καὶ τοῦτο μηχανᾶται, πῶς ἂν ὁ ἄνθρωπος κακίαν μὲν ἐκφύγοι, κτήσαιτο δὲ ἀρετήν· εἰ ταῦτα ταύτῃ ἔχει, τί ἂν ἄλλο εἴη βασιλεῖ τῷ γε ἀγαθῷ εἶναι βουλομένῳ προυργιαίτερον τοῦ φιλοσοφεῖν; μᾶλλον δὲ πῶς καὶ τίνα τρόπον δύναιτο ἄν τις βασιλεῦσαι ἢ βιῶναι καλῶς, εἰ μὴ φιλοσοφήσειεν; ἐγὼ μὲν οἶμαι τὸν βασιλέα τὸν ἀγαθὸν εὐθὺς καὶ φιλόσοφον ἐξ ἀνάγκης εἶναι καὶ τόν γε φιλόσοφον εὐθὺς καὶ βασιλικὸν εἶναι. Πρῶτον δὲ τὸ πρότερον θεασώμεθα. ἆρ’ ἔσθ’ ὅπως βασιλεὺς ἀγαθὸς εἴη τις ἂν μὴ ἄνθρωπος ἀγαθὸς ὤν; οὐκ ἔστιν εἰπεῖν. ἀγαθὸς δέ τις ἀνὴρ ὢν οὐ καὶ φιλόσοφος εἴη ἄν; νὴ Δία, εἴ γε τὸ φιλοσοφεῖν καλοκἀγαθίας ἐπιτήδευσίς ἐστιν. ὥσθ’ ὁ βασιλεὺς ὁ ἀγαθὸς ἐξ ἀνάγκης εὐθὺς καὶ φιλόσοφος εὑρίσκεται ὤν. καὶ μὴν ὅ γε φιλόσοφος ὅτι πάντως καὶ βασιλικός, οὕτως ἂν μάθοις. τοῦ γὰρ βασιλικοῦ δήπου ἐστὶ τὸ δύνασθαι καλῶς ἐπιτροπεύειν ἔθνη καὶ πόλεις καὶ εἶναι ἄξιον ἀνθρώπων ἄρχειν. τίς δ’ ἂν ἢ ἱκανώτερος εἴη πόλεως προστάτης ἢ ἀξιώτερος ἀνθρώπων ἄρχειν τοῦ φιλοσόφου; ᾧ γε προσήκει (ἄν περ ᾖ ἀληθῶς φιλόσοφος) εἶναι φρονίμῳ, σώφρονι, μεγαλόφρονι, τῶν δικαίων κριτικῷ καὶ τῶν πρεπόντων, καταπρακτικῷ τῶν νοηθέντων, καρτερικῷ τῶν ἐπιπόνων· πρὸς δὲ τούτοις θαρραλέος ἀδεὴς ὑποστατικὸς τῶν δοκούντων δεινῶν εἴη ἄν, ἔτι δὲ εὐεργετικὸς χρηστὸς φιλάνθρωπος. τοῦ δὲ τοιούτου τίς ἂν εὑρεθείη ἄρχειν ἐπιτηδειότερος ἢ δυνατώτερος; οὐδείς. ἂν δὲ μὴ ἔχῃ πολλοὺς τοὺς ὑπακούοντας καὶ πειθομένους αὐτῷ, οὔπω διὰ τοῦτο τοῦ βασιλικὸς εἶναι ἐστέρηται· ἐξαρκεῖ γὰρ καὶ τὸ τῶν φίλων ἄρχειν τῶν ὑπαρχόντων ἢ γυναικός τε καὶ παίδων, ἢ καὶ νὴ Δία αὐτὸν αὑτοῦ μόνον. καὶ γὰρ ἰατρὸς οὐδὲν ἧττον τοῦ θεραπεύοντος πολλοὺς ὁ θεραπεύων ὀλίγους, εἴ γε ἔχει τὴν ἐμπειρίαν τὴν ἰατρικήν· καὶ μουσικὸς οὐδὲν ἧττον τοῦ διδάσκοντος πολλοὺς ὁ διδάσκων ὀλίγους, εἴ γε ἔχει τὴν μουσικήν· καὶ ἱππικὸς ὁμοίως τῷ χρωμένῳ πολλοῖς ἵπποις ὁ χρώμενος ἑνὶ ἢ δυοῖν, ἄν γε ἐπιστήμων τῆς ἱππικῆς ᾖ· καὶ δὴ καὶ βασιλικὸς παραπλησίως τῷ κεκτημένῳ πολλοὺς ὑπηκόους ὁ ἔχων ἕνα ἢ δύο τοὺς πειθομένους αὐτῷ· μόνον ἐχέτω τὴν τοῦ βασιλεύειν ἐμπειρίαν, ὥστε καὶ βασιλικὸς εἴη ἄν. διὰ τοῦτό μοι δοκεῖ καὶ Σωκράτης τὴν φιλοσοφίαν πολιτικήν τε καὶ βασιλικὴν ἐπιστήμην ὀνομάζειν, ὅτι ὁ ταύτην ἀναλαβὼν εὐθὺς πολιτικός ἐστι. Τοιαῦτα τοῦ Μουσωνίου εἰπόντος, ἡσθεὶς ὁ βασιλεὺς τοῖς λόγοις χάριν τε ἔχειν ὡμολόγει τῶν εἰρημένων αὐτῷ, καὶ ἀντὶ τούτων, ἔφη, αἴτησον ὅ τι βούλει με, οὐ γὰρ ἂν ἀντείποιμί σοι περὶ οὐδενός. Ὁ οὖν Μουσώνιος, αἰτῶ σε, ἔφη, τούτοις στοιχεῖν καὶ ἕπεσθαι τοῖς λόγοις. οὓς ἐπαινεῖς· καὶ γὰρ ἐμοὶ οὕτω χαριεῖ μάλιστα καὶ ὠφεληθήσῃ αὐτὸς οὐχ ἑτέρως μᾶλλον.