Ancient Greek · ~19 min
ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΤΙ ΑΡΙΣΤΟΝ ΓΗΡΩΣ ΕΦΟΔΙΟΝ.
Musonius Rufus, Dissertationum a Lucio digestarum reliquiae ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΤΙ ΑΡΙΣΤΟΝ ΓΗΡΩΣ ΕΦΟΔΙΟΝ..1
Not analysed yet
Αὖθις δέ, ἐπεὶ πρεσβύτης τις ἐπύθετο, τί ἂν εἴη γήρως ἐφόδιον ἄριστον, ταὐτόν, εἶπεν, ὅπερ καὶ νεότητος, τὸ ζῆν ὁδῷ καὶ κατὰ φύσιν. τοῦτο δὲ μάλιστ’ ἂν οὕτω μάθοις ὁποῖόν τί ἐστιν, εἰ ἐννοήσαις τὴν τοῦ ἀνθρώπου φύσιν ὡς οὐ πρὸς ἡδονὴν γέγονεν. οὐδὲ γὰρ ἵππος οὐδὲ κύων οὐδὲ βοῦς, ἅπερ ἀτιμότερα πολὺ ἀνθρώπου ἐστίν, οὐ πρὸς ἡδονὴν γέγονεν· οὐδὲ γὰρ νομισθείη ἂν τυγχάνειν τοῦ ἑαυτοῦ τέλους ἵππος ἐσθίων μὲν καὶ πίνων καὶ ὀχεύων ἀνέδην, πράττων δὲ μηδὲν ὧν ἵππῳ προσήκει· οὐδέ γε κύων ἡδόμενος μὲν ὥσπερ ὁ ἵππος ἁπάσας ἡδονάς, πράττων δὲ μηδὲν ἀφ’ ὧν ἀγαθοὶ νομίζονται εἶναι κύνες· οὐδὲ μὴν ἄλλο ζῷον ὁτιοῦν ἔργου μὲν τοῦ προσήκοντος αὐτῷ στερόμενον, ἡδονῶν δ’ ἐμπιπλάμενον· οὐδὲν οὖν οὕτως ζῆν ἂν λέγοιτο κατὰ φύσιν, ἀλλ’ ὅ τι ἂν μάλιστα τὴν ἀρετὴν ἐμφανίζῃ, δι’ ὧν πράττει κατὰ τὴν ἑαυτοῦ φύσιν. ἄγει γὰρ ἡ ἑκάστου φύσις ἕκαστον πρὸς τὴν ἀρετὴν τὴν ἐκείνου· ὥστε καὶ τὸν ἄνθρωπον εἰκὸς οὐχ ὅταν ἐν ἡδονῇ βιοῖ, τότε κατὰ φύσιν βιοῦν, ἀλλ’ ὅταν ἐν ἀρετῇ. τότε γὰρ καὶ ἐπαινεῖσθαι δικαίως ὑπάρχοι ἂν αὐτῷ καὶ μέγα φρονεῖν ἐφ’ αὑτῷ καὶ εὔελπιν καὶ θαρραλέον εἶναι, οἷς εὐφροσύνην τε καὶ χαρὰν βεβαίαν ἕπεσθαι ἀναγκαῖον. καθόλου δὲ ἄνθρωπος μίμημα μὲν θεοῦ μόνον τῶν ἐπιγείων ἐστίν, ἐκείνῳ δὲ παραπλησίας ἔχει τὰς ἀρετάς· ἐπεὶ μηδ’ ἐν θεοῖς μηδὲν ὑπονοῆσαι κρεῖττον ἔχομεν φρονήσεως καὶ δικαιοσύνης, ἔτι δὲ ἀνδρείας καὶ σωφροσύνης. ὥσπερ οὖν ὁ θεὸς διὰ τὴν παρουσίαν τούτων τῶν ἀρετῶν ἀήττητος μὲν ἡδονῆς, ἀήττητος δὲ πλεονεξίας, κρείττων δὲ ἐπιθυμίας, κρείττων δὲ φθόνου καὶ ζηλοτυπίας, μεγαλόφρων δὲ καὶ εὐεργετικὸς καὶ φιλάνθρωπος· τοιοῦτον γὰρ ἐπινοοῦμεν τὸν θεόν· οὕτω καὶ τὸ ἐκείνου μίμημα τὸν ἄνθρωπον ἡγητέον, ὅταν ἔχῃ κατὰ φύσιν, ὁμοίως ἔχειν, καὶ οὕτως ἔχοντα εἶναι ζηλωτόν· ὢν δὲ ζηλωτὸς εὐθὺς ἂν εἴη καὶ εὐδαίμων· οὐ γὰρ ἄλλους γέ τινας ἢ τοὺς εὐδαίμονας ζηλοῦμεν. καὶ μὴν οὐκ ἀδύνατον γενέσθαι τοιοῦτον ἄνθρωπον· οὐ γὰρ ἑτέρωθέν ποθεν ταύτας ἐπινοῆσαι τὰς ἀρετὰς ἔχομεν ἢ ἀπ’ αὐτῆς τῆς ἀνθρωπείας φύσεως, ἐντυχόντες ἀνθρώποις τοιοῖσδέ τισιν, οἵους ὄντας αὐτοὺς θείους καὶ θεοειδεῖς ὠνόμαζον. εἰ μὲν οὖν τις τύχοι πρότερον ἔτι νέος ὢν παιδείας ὀρθῆς ἐπιμέλειαν πεποιημένος, καὶ τὰ μὲν ὅσα μαθημάτων ἔχεται καλῶν μεμαθηκὼς οὐκ ἐνδεῶς, τὰ δὲ ἀσκητὰ ἠσκηκὼς ἱκανῶς, οὗτος ἂν ἐν γήρᾳ ταῖς ἐνούσαις ἑαυτῷ χρώμενος ἀφορμαῖς ζῴη κατὰ φύσιν, καὶ ἀλύπως μὲν φέροι τὴν στέρησιν τῶν ἡδονῶν τῶν ἐπὶ νεότητος, ἀλύπως δ’ ἔχοι τῇ παρούσῃ τοῦ σώματος ἀδυναμίᾳ, δυσκολαίνοι δ’ οὐκ ἂν οὔτε καταφρονούμενος ὑπὸ τῶν πλησίον οὔτ’ ἀμελούμενος ὑπὸ τῶν οἰκείων καὶ φίλων, ἅτε πρὸς ταῦτα πάντα ἀλεξιφάρμακον ἔχων καλὸν ἐπὶ τῇ διανοίᾳ τῇ ἑαυτοῦ, τὴν παιδείαν τὴν ὑπάρχουσαν. εἰ δέ τις εἴη παιδείας μὲν ἐνδεέστερον μετεσχηκώς, προθυμίαν δὲ παρέχοιτο πρὸς τὰ κρείττω, καὶ πείθεσθαι δύναιτο τοῖς εὖ λεγομένοις, οὗτος ἂν εὖ ποιοίη ζητῶν λόγων ἀκούειν ὑποθετικῶν παρὰ τῶν πεποιημένων ἔργον εἰδέναι τίνα μὲν βλαβερά, τίνα δὲ ὠφέλιμα ἀνθρώποις, καὶ τίνα δὴ τρόπον τὰ μὲν ἐκφεύγοι, τὰ δὲ κτῷτο, καὶ πῶς ἂν τὰ μὴ ὄντα μὲν κακά, δοκοῦντα δέ, προσιόντα πρᾴως δέχοιτο. τούτων δὲ ἀκούων καὶ πειθόμενος (ὡς τό γε ἀκούειν ἀπειθῶς ἀκερδέστατον) διαθεῖτ’ ἂν τὸ γῆρας καλῶς τά τε ἄλλα καὶ τὸν τοῦ θανάτου φόβον ἐξαιρεθείη ἄν, ὃς μάλιστα θορυβεῖ τε καὶ πιέζει τοὺς γέροντας, ὥσπερ ἐπιλελησμένους ὅτι παντὶ θνητῷ θάνατος ὀφείλεται. καὶ τό γε ἀθλιώτατον ποιοῦν τὸν βίον τοῖς γέρουσιν αὐτὸ τοῦτό ἐστιν, ὁ τοῦ θανάτου φόβος· ὥσπερ ἀμέλει καὶ ὁ ῥήτωρ Ἰσοκράτης ἀνωμολογήσατο. φασὶ γὰρ ἐκεῖνον, ἐρωτήσαντός τινος ὅπως διάγει, εἰπεῖν, ὅτι οὕτως ὥσπερ εἰκὸς τὸν ἐνενήκοντα μὲν γεγονότα ἔτη, κακῶν δὲ ἔσχατον νομίζοντα εἶναι τὸν θάνατον. καί τοι πῶς ἐκείνῳ τι παιδείας μετῆν ἢ γνώσεως τῶν ἀλη〈θῶς ἀγα〉θῶν ἢ κακῶν, ὃς ὑπελάμβανεν εἶναι κακὸν τὸ ἐξ ἀνάγκης ἑπόμενον βίῳ τῷ ἀρίστῳ; εἴ γε ἄριστος βίος ὁ τοῦ ἀγαθοῦ ἀνδρός, πέρας δὲ καὶ τούτου θάνατος. ὃ δ’ οὖν εἶπον, εἰ τοῦτο περιποιήσαιτό τις ἐν γήρᾳ, τὸ προσδέχεσθαι τὸν θάνατον ἀφόβως καὶ θαρραλέως, οὐ μικρὸν ἂν πρὸς τὸ ζῆν ἀλύπως καὶ κατὰ φύσιν εἴη πεπορισμένος· κτήσαιτο δ’ ἂν τοῦτο συνὼν τοῖς οὐκ ὀνόματι μόνον ἀλλ’ ἀληθῶς φιλοσόφοις, ἄν γε καὶ πείθεσθαι θέλῃ αὐτοῖς. ἐγὼ μὲν οὖν φημὶ γήρως ἐφόδιον εἶναι κράτιστον, ὃ δὴ καὶ ἀρχόμενος τοῦ λόγου εἶπον, τὸ ζῆν κατὰ φύσιν ἃ χρὴ πράττοντα καὶ διανοούμενον. οὕτω γὰρ ἂν καὶ εὐθυμότατος εἴη ὁ γέρων καὶ ἐπαινετώτατος, ταῦτα δὲ ἔχων εὐπότμως καὶ ἐντίμως βιῴη ἄν. εἰ δέ τις οἴεται μέγιστον εἶναι παραμύθιον τοῖς γέρουσι τὸν πλοῦτον, καὶ τοῦτον αὐτοῖς παρέχειν ἀλύπως βιοῦν, κακῶς οἴεται· πλοῦτος γὰρ ἡδονὰς μὲν οἷός τε παρέχειν ἀνθρώποις ἐστὶ τὰς ἀπὸ σίτων καὶ ποτῶν καὶ ἀφροδισίων καὶ ἄλλων ὁμοίων, οὔτε δὲ εὐθυμίαν οὔτε ἀλυπίαν οὐδαμῶς τῷ κεκτημένῳ παράσχοι ἄν. μάρτυρες δὲ πολλοὶ τῶν πλουσίων λυπούμενοι καὶ ἀθυμοῦντες καὶ ἀθλίους νομίζοντες εἶναι αὑτούς. διόπερ οὐδὲ ἐπικούρημα γήρως καλὸν ὁ πλοῦτος εἴη ἄν.