Ancient Greek
Fragment 46
Musonius Rufus, Fragmenta minora 46
Not analysed yet
Τῶν νέων τοὺς μαλακοὺς οὐκ ἔστι προτρέψαι ῥᾴδιον· οὐδὲ γὰρ τυρὸν ἀγκίστρῳ λαβεῖν· οἱ δʼ εὐφυεῖς, κἂν ἀποτρέπῃς, ἔτι μᾶλλον ἔχονται τοῦ λόγου. διὸ καὶ ὁ Ῥοῦφος τὰ πολλὰ ἀπέτρεπεν τούτῳ δοκιμαστηρίῳ χρώμενος τῶν εὐφυῶν καὶ ἀφυῶν. ἔλεγε γὰρ ὅτι ὡς ὁ λίθος, κἂν ἀναβάλῃς, ἐνεχθήσεται κάτω ἐπὶ τὴν αὑτοῦ κατασκευήν, οὕτω καὶ ὁ εὐφυής, ὅσῳ μᾶλλον ἀποκρούεταί τις αὐτόν, τοσούτῳ μᾶλλον νεύει ἐφʼ ὃ πέφυκεν.