Ancient Greek · ~14 min
Dfhg-Source dfhg4_MYRSILUS_METHYMNAEUS
MYRSILUS METHYMNAEUS, Fragmenta 2.1
Not analysed yet
Οἱ δὲ Πελασγοὶ πολλῆς καὶ ἀγαθῆς χώρας (in Italia) κρατήσαντες, πόλεις τε προσέλαβον καὶ ἄλλας αὐτοὶ κατασκευάσαντες μεγάλην καὶ ταχεῖαν ἐπίδοσιν ἔλαβον εἰς ἀνδρείαν καὶ πλοῦτον καὶ τὴν ἄλλην εὐτυχίαν, ἧς οὐ πολὺν ὤναντο χρόνον· ἀλλ ̓ ἡνίκα μᾶλλον τοῖς σύμπασιν ἀνθεῖν ἐδόκουν, δαιμονίοις τισὶ χόλοις ἐλαστρηθέντες, οἱ μὲν ὑπὸ τῶν θείων συμφορῶν, οἱ δὲ ὑπὸ τῶν προσοικούντων βαρβάρων ἐξεφθάρησαν· τὸ δὲ πλεῖστον αὐτῶν μέρος εἰς τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον αὖθις ἐσκεδάσθη. Περὶ ὧν πολὺς ἂν εἴη λόγος, εἰ βουλοίμην τὴν ἀκρίβειαν γράφειν. Ὀλίγον δὲ κατέμεινεν ἐν Ἰταλίᾳ, τῶν Ἀβοριγίνων προνοίᾳ. Πρῶτον μὲν οὖν τῆς οἰκοφθορίας ταῖς πόλεσιν ἐδόκει αὐχμῷ ἡ γῆ κακωθεῖσα ἄρξαι, ἡνίκα οὔτ ̓ ἐπὶ τοῖς δένδρεσι καρπὸς οὐδεὶς ὡραῖος γενέσθαι διέμεινεν, ἀλλ ̓ ὠμοὶ κατέρρεον· οὔθ ̓ ὁπόσα σπερμάτων ἀνέντα βλαστοὺς ἀνθήσειεν, ἕως στάχυος ἀκμῆς τοὺς κατὰ νόμον ἐπλήρου χρόνους· οὔτε πόα κτήνεσιν ἐφύετο διαρκής· τῶν τε ναμάτων τὰ μὲν οὐκέτι πίνεσθαι σπουδαῖα ἦν, τὰ δ ̓ ὑπελίμπανε θέρους, τὰ δ ̓ εἰς τέλος ἀπεσβέννυτο. Ἀδελφὰ δὲ τούτοις ἐγίνετο περί τε προβάτων καὶ γυναικῶν γονάς. Ἢ γὰρ ἐξημβλοῦτο τὰ ἔμβρυα, ἢ κατὰ τοὺς τόκους διεφθείρετο, ἔστιν ἃ καὶ τὰς φερούσας συνδιαλυμηνάμενα. Εἰ δέ τι διαφύγοι τὸν ἐκ τῶν ὠδίνων κίνδυνον, ἔμπηρον ἢ ἀτελὲς ἢ δι ̓ ἄλλην τινὰ τύχην βλαφθὲν, τρέφεσθαι χρηστὸν οὐκ ἦν. Ἔπειτα καὶ τὸ ἄλλο πλῆθος, τὸ ἐν ἀκμῇ μάλιστα, ἐκακοῦτο νόσοις καὶ θανάτοις παρὰ τὰ εἰκότα συχνοῖς. Μαντευομένοις δ ̓ αὐτοῖς, τίνα θεῶν ἢ δαιμόνων παραβάντες τάδε πάσχουσι, καὶ τί ποιήσασιν αὐτοῖς λωφῆσαι τὰ δεινὰ ἐλπὶς, ὁ θεὸς ἀνεῖλεν, ὅτι τυχόντες ὧν ἐβούλοντο οὐκ ἀπέδοσαν ἃ εὔξαντο, ἀλλὰ προσοφείλουσι τὰ πλείστου ἄξια. Οἱ γὰρ Πελασγοὶ, ἀφορίας αὐτοῖς γενομένης ἐν τῇ γῇ πάντων χρημάτων, εὔξαντο τῷ Διὶ καὶ τῷ Ἀπόλλωνι καὶ τοῖς Καβείροις καταθύσειν δεκάτας τῶν προσγενησομένων ἁπάντων· τελεσθείσης δὲ τῆς εὐχῆς, ἐξελόμενοι καρπῶν τε καὶ βοσκημάτων ἁπάντων τὸ λάχος, ἐπέθυσαν τοῖς θεοῖς, ὡς δὴ κατὰ τούτων μόνων εὐξάμενοι. Ταῦτα δὲ Μυρσίλος ὁ Λέσβιος ἱστόρηκεν ὀλίγου δεῖν τοῖς αὐτοῖς ὀνόμασι γράφων οἷς ἐγὼ νῦν, πλὴν ὅσον οὐ Πελασγοὺς καλεῖ τοὺς ἀνθρώπους, ἀλλὰ Τυρρηνούς· τὴν δὲ αἰτίαν ὀλίγον ὕστερον ἐρῶ (fr. 3). Ὡς δὲ ἀπενεχθέντα τὸν χρησμὸν ἔμαθον, οὐκ εἶχον τὰ λεγόμενα συμβαλεῖν. Ἀμηχανοῦσι δὲ αὐτοῖς τῶν γεραιτέρων τις ́λέγει συμβαλὼν τὸ λόγιον, ὅτι τοῦ παντὸς ἡμαρτήκασιν, εἰ οἴονται τοὺς θεοὺς ἀδίκως αὐτοῖς ἐγκαλεῖν. Χρημάτων ὲν γὰρ ἀποδεδόσθαι τὰς ἀπαρχὰς αὐτοῖς ἁπάσας ὀρθῶς τε καὶ σὺν δίκῃ· ἀνθρώπων δὲ γονῆς τὸ λάχος, χρῆμα παντὸς μάλιστα θεοῖς τιμιώτατον, ὀφείλεσθαι· εἰ δὲ δὴ καὶ τούτων λάβοιεν τὴν δικαίαν μοῖραν, τέλος ἕξειν σφίσι τὸ λόγιον. Τοῖς μὲν δὴ ὀρθῶς ἐδόκει λέγεσθαι ταῦτα, τοῖς δὲ ἐξ ἐπιβουλῆς συγκεῖσθαι ὁ λόγος. Εἰσηγησαμένου δέ τινος τὴν γνώμην, τὸν θεὸν ἐπέρεσθαι εἰ αὐτῷ φίλον ἀνθρώπων δεκάτας ἀπολαμβάνειν, πέμπουσι τὸ δεύτερον θεοπρόπους, καὶ ὁ θεὸς ἀνεῖλεν οὕτω ποιεῖν. Ἐκ δὲ τούτου στάσις αὐτοὺς καταλαμβάνει περὶ τοῦ τρόπου τῆς δεκατεύσεως. Καὶ ἐν ἀλλήλοις οἱ προεστηκότες τῶν πόλεων τότε πρῶτον ἐταράχθησαν· ἔπειτα καὶ τὸ λοιπὸν πλῆθος δι ̓ ὑποψίας τοὺς ἐν τέλει ἐλάμβανεν. Ἐγίνοντό τε οὐδενὶ κόσμῳ αἱ ἐπαναστάσεις, ἀλλὰ, ὥσπερ εἰκὸς, οἴστρῳ καὶ θεοβλαβείᾳ ἀπελαυνόμεναι· καὶ πολλὰ ἐφέστια ὅλα ἐξηλείφθη, μέρους αὐτῶν μεθισταμένου· οὐ γὰρ ἐδικαίουν οἱ προσήκοντες τοῖς ἐξιοῦσιν ἀπολείπεσθαί τε τῶν φιλτάτων, καὶ ἐν τοῖς ἐχθίστοις ὑπομένειν. Πρῶτοι μὲν δὴ οὗτοι μεταναστάντες ἐξ Ἰταλίας εἴς τε τὴν Ἑλλάδα καὶ τῆς βαρβάρου πολλὴν ἐπλανήθησαν, μετὰ δὲ τοὺς πρώτους ἕτεροι τὸ αὐτὸ ἔπαθον, κτλ.