Ancient Greek
Dfhg-Source dfhg4_MYRSILUS_METHYMNAEUS
MYRSILUS METHYMNAEUS, Fragmenta 3
Not analysed yet
Μυρσίλος, τὰ ἔμπαλιν ἀποφαινόμενος Ἑλλανίκῳ (fr. 1), τοὺς Τυρρηνούς φησιν, ἐπειδὴ τὴν ἑαυτῶν ἐξέλιπον, ἐν τῇ πλάνῃ μετονομασθῆναι πελαργοὺς, τῶν ὀρνέων τοῖς καλουμένοις πελαργοῖς εἰκασθέντας, ὡς κατὰ ἀγέλας ἐφοίτων εἴς τε τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον· καὶ τοῖς Ἀθηναίοις τὸ τεῖχος τὸ περὶ τὴν ἀκρόπολιν, τὸ Πελασγικὸν καλούμενον, τούτους περιβαλεῖν.