Ancient Greek
1.502.4 to 1.503.1
Nausiphanes, Testimonia 1.502.4-1.503.1
Unproofread scanNot analysed yet
ΝΑΥΣΙΦΑΝΟΥΣ ΤΡΙΠΟΥΣ. 1 PHILOD. rhet. II p. 48 Sudh. c. 34, 1 <τὸν οὖν φυσικὸν τὴν 30 ῥητορικὴν ἔξιν ἔχειν κατὰ τὸ εἰρη>μένον φήσει τις, κἂν μηδέποτε ῥητορεύσῃ διὰ τὸ μὴ προσιέναι τοῖς κοινοῖς. καὶ γὰρ τεκτονικὴν φαμεν ἔξιν ἔχειν οὐ τὸν ἐνεργγοῦντα μόνον οὐδ’ εἰς τὴν ἐνέργειαν αὐτὴν ἀποβλέποντες, ἀλλ’ εἰς τὸ δύνασθαι λαβόνθ’ ὅλην καὶ τὰ προσή- χοντ’ ὀργανα δημιουργεῖν τὸ ἀπὸ τῆς τεκτονικῆς ἔργον, ὡς ἐπ’ ἰατρικῆς καὶ τῶν ἄλλων ἐπιστημῶν. ὥστε πῶς οὐχὶ καὶ τὴν ῥητορικὴν τῷ φυσικῷ φήσαιμεν ἀκολουθεῖν, εἴπερ ἤρα παρατεθέντων πραγμάτων, ἐν οἷς 5 ὁ πολιτικὸς καὶ ῥήτωρ ἀγαθὸς οἷονεὶ δημιουργεῖν τὴν ὀρθὴν δημηγορίαν, δύναιτ’ ἂν κατὰ τρόπον ὥσει καὶ τις ἄλλος διαλεχθῆναι περὶ αὐτῶν;