Ancient Greek
2.479.8
Nausiphanes, Testimonia 2.479.8
Unproofread scanNot analysed yet
ΝΑΥΣΙΦΑΝΟΥΣ ΤΡΙΠΟΔΟΣ. 1. PHILOD. rhet. II p. 48 Sudh. c. 34,1 <tὸν οὖν φυσικὸν τὴν ῥητορικὴν ἔχειν ἔχειν κατὰ τὸ εἰρημένον φήσει τις, κἂν μηδέποτε ῥητορεύσῃ διὰ τὸ μὴ προσἰέναι τοῖς κοινοῖς. καὶ γὰρ τεκτονικὴν φαμεν ἔχειν οὐ τὸν ἐνεργοῦντα μόνον οὐδ’ εἰς τὴν ἐνέργειαν αὐτὴν ἀποβλέποντες, ἀλλ’ εἰς τὸ δύνασθαι λαβόνθ’ ὕλην καὶ τὰ προσήκοντ’ ὄργανα δημιουργεῖν τὸ ἀπὸ τῆς τεκτονικῆς ἔργον, ὡς ἐπ’ ἰατρικῆς καὶ τῶν ἄλλων ἐπιστημῶν. ὥστε πῶς οὐχὶ καὶ τὴν ῥητορικὴν τῷ φυσικῷ φήσομεν ἀκολουθεῖν, εἴπερ ἂρα παρατεθέντων πραγμάτων, ἐν οἷς ὁ πολιτικὸς καὶ ῥήτωρ ἀγαθὸς οἶνει δημιουργεῖν τὴν ὀρθὴν δημηγορίαν, δύναίτ’ ἂν κατὰ τρόπον ὡσεὶ καὶ τις ἄλλος διαλεχθῆναι περὶ αὐτῶν;