Ancient Greek · ~1 min
Edition urn:cts:greekLit:tlg0269.tlg002.local001
Nautarum Cantiunculae, Ad Rhodios ventos (P. Oxy. 11.1383) 001
Not analysed yet
Ῥοδίοις ἀνέ[μοις
Ῥοδίοις ἐκέλευον ἀνέμοις
καὶ μέρεσι τ̣οῖς πελαγίοις,
ὅτε πλέειν ἤθελον ἐγώ,
ὅτε μένειν ἤθελον ἐκεῖ,
ἔλεγον μέρε(σιν) πελαγίοις·
μὴ τύπη<τε> τὰ πελάγη,
ἀλ<λ>' ὑποτάξατε ναυσιβά[τ]αις·
ὅλος <γ>ὰρ ἄνεμος ἐπ<ε>ίγεται.
ἀπόκλειε τὰ πνεύματα καί, Ν[ύ]ξ,
δὸς τὰ [κύμ]α̣τ̣α εὔβατα.