Ancient Greek
Dfhg-Source dfhg3_NEANTHES_CYZICENUS_LYSIMACHUS
NEANTHES CYZICENUS. LYSIMACHUS, Fragmenta 20
Not analysed yet
Ἀκοῦσαι δ ̓ αὐτὸν (τὸν Ἐμπεδοκλέα) Πυθαγόρου Τιμαῖος (fr. 81) διὰ τῆς ἐνάτης ἱστορεῖ, λέγων ὅτι καταγνωσθεὶς ἐπὶ λογοκλοπείᾳ τότε (καθὰ καὶ Πλάτων) τῶν λόγων ἐκωλύθη ἐκωλύθη μετέχειν . . . Φησὶ δὲ Νεάνθης ὅτι μέχρι Φιλολάου καὶ Ἐμπεδοκλέους ἐκοινώνουν οἱ Πυθαγορικοὶ τῶν λόγων· ἐπεὶ δ ̓ αὐτὸς διὰ τῆς ποιήσεως ἐδημοσίωσεν αὐτὰ, νόμον ἔθεντο μηδενὶ μεταδώσειν ἐποποιῷ. Τὸ δ ̓ αὐτὸ καὶ Πλάτωνά φασι παθεῖν· καὶ γὰρ τοῦτον κωλυθῆναι. Τίνος μέντοι γ ̓ αὐτῶν ἤκουσεν ὁ Ἐμπεδοκλῆς οὐκ εἶπε· τὴν γὰρ περιφερομένην πρὸς Τηλαυγοῦς ἐπιστολὴν, ὅτι μετέσχεν Ἱππάσου καὶ Βροντίνου, μὴ εἶναι ἀξιόπιστον.