Ancient Greek · ~2 min
1 to 2
NICANDER CHALCEDONIUS, Fragmenta 1-2
Not analysed yet
Προυσιάς. Ὅτι τὸ ποτήριον τοῦτο ἔξορθόν ἐστι, προείρηται. Καὶ ὅτι τὴν προσηγορίαν ἔσχε ἀπὸ Προυσίου, τοῦ Βιθυνίας βασιλεύσαντος καὶ ἐπὶ τρυφῇ καὶ μαλακίᾳ διαβοήτου γενομένου, ἱστορεῖ Νίκανδρος ὁ Χαλκηδόνιος (ὁ Καλχηδόνιος ms. A.) ἐν τετάρτῳ Προυσίου συμπτωμάτων. Καὶ ἄλογα δὲ ζῷα ἀνθρώπων ἠράσθη· Σεκούνδου μέν τινος βασιλικοῦ οἰνοχόου ἀλεκτρυών· ἐκαλεῖτο δὲ ὁ μὲν ἀλεκτρυὼν Κένταυρος, ὁ δὲ Σεκοῦνδος ἦν οἰκέτης Νικομήδους τοῦ Βιθυνῶν βασιλέως, ὡς ἱστορεῖ Νίκανδρος ἐν ἕκτῳ Περιπετειῶν.