Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0022.tlg001.1st1K-grc1, lines 1.438-1.478
Nicander of Colophon, Θηριακά 1.438-478
Not analysed yet
Φράζεο δὲ χλοάοντα δαεὶς κύανόν τε δράκοντα,
ὅν ποτε Παιήων λασίῃ ἐνεθρέψατο φηγῷ
Πηλίῳ ἐν νιφόεντι Πελεθρόνιον κατὰ βῆσσαν.
Ἤτοι ὅγ’ ἄγλαυρος μὲν ἐείδεται, ἐν δὲ γενείῳ
τρίστοιχοι ἑκάτερθε περιστιχόωσιν ὀδόντες·
πιόνα δ’ ἐν σκυνίοισιν ὑπ’ ὄθματα· νέρθε δὲ πώγων
αἰὲν ὑπ’ ἀνθερεῶνι χολοίβαφος. Οὐ μὲν ὅγ’ αὕτως
ἐγχρίμψας ἤλγυνε, καὶ ἢν ἔκπαγλα χαλεφθῇ·
βληχρὸν γὰρ μυὸς οἷ’ ἀμυληβόρου ἐν χροῒ νύχμα
εἴδεται αἱμαχθέντος ὑπὸ κραντῆρος ἀραιοῦ.
Τῷ μέν τ’ ἔκπαγλον κοτέων βασιλήιος ὄρνις
αἰετὸς ἐκ παλαχῆς ἐπαέξεται, ἀντία δ’ ἐχθρὴν
δῆριν ἄγει γενύεσσιν, ὅταν βλώσκοντα καθ’ ὕλην
δέρκηται· πάσας γὰρ ὅγ’ ἠρήμωσε καλιὰς,
αὕτως ὀρνίθων τε τόκον κτίλα τ’ ὤεα βρύκων·
αὐτὰρ ὃ τοῦ καὶ ῥῆνα καὶ ἠνεμόεντα λαγωὸν
ῥεῖα δράκων ἤμερσε νέον μάρψαντος ὄνυξι,
θάμνου ὑπαΐξας· ὁ δ’ ἀλεύεται· ἀμφὶ δὲ δαιτὸς
μάρνανθ’· ἱπτάμενον δὲ πέριξ ἀτέλεστα διώκει
σπειρηθεὶς καὶ λοξὸν ὑποδρὰξ ὄμμασι λεύσσων.
Εἴ γε μὲν Ἡφαίστοιο χαλαίποδος ἐν πτυχὶ νήσου
βήσεαι ἠὲ Σάμον δυσχείμερον, αἵ τ’ ἐνὶ κόλπῳ
Θρηϊκίῳ βέβληνται ἑκὰς, Ῥησκυνθίδος Ἥρης
Ἕβρος ἵνα, Ζωναῖά τ’ ὄρη χιόνεσσι φάληρα
καὶ δρύες Οἰαγρίδαο, τόθι Ζηρύνθιον ἄντρον,
δήεις κεγχρίνεω δολιχὸν τέρας, ὅν τε λέοντα
αἰόλον αὐδάξαντο, περίστικτον φολίδεσσι·
τοῦ πάχετος μῆκός τε πολύστροφον· αἶψα δὲ σαρκὶ
πυθεδόνας κατέχευε δυσαλθέας· αἳ δ’ ἐπὶ γυίοις
ἰοβόροι βόσκονται· ἀεὶ δ’ ὑπὸ νηδύσιν ὕδρωψ
ἄλγεσιν ἐμβαρύθουσα κατὰ μέσον ὀμφαλὸν ἵζει.
Ἤτοι ὅτ’ ἠελίοιο θερειτάτη ἵσταται ἀκτὶς,
οὔρεα μαιμώσσων ἐπινίσσεται ὀκριόεντα,
αἵματος ἰσχανόων, καὶ ἐπὶ κτίλα μῆλα δοκεύων,
ἢ Σάου ἠὲ Μοσύχλου ὅτ’ ἀμφ’ ἐλάτῃσι μακεδναῖς
ἄγραυλοι ψύχωσι, λελοιπότες ἔργα νομήων·
μὴ σύ γε θαρσαλέος περ ἐὼν θέλε βήμεναι ἄντην
μαινομένου, μὴ δή σε καταπλέξῃ καὶ ἀνάγχῃ
πάντοθι μαστίζων οὐρῇ δέμας, ἐν δὲ καὶ αἷμα
λαιφάξῃ, κληῖδας ἀναρρήξας ἑκάτερθεν.
Φεῦγε δ’ ἀεὶ σκολιήν τε καὶ οὐ μίαν ἀτραπὸν ἴλλων.