Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0022.tlg001.1st1K-grc1, lines 1.396-1.437
Nicander of Colophon, Θηριακά 1.396-437
Not analysed yet
Τεκμαίρευ δ’ ὀλίγον μὲν, ἀτὰρ προφερέστατον ἄλλων
ἑρπηστῶν βασιλῆα· τὸ μὲν δέμας ὀξυκάρηνος,
ξανθὸς, ἐπὶ τρία δῶρα φέρων μῆκός τε καὶ ἰθύν.
Οὐκ ἄρα δὴ κείνου σπειραχθέα κνώδαλα γαίης
ἰυγὴν μίμνουσιν, ὅτ’ ἐς νομὸν ἠὲ καὶ ὕλην
ἠὲ καὶ ἀρδηθμοῖο μεσημβρινὸν ἀίξαντες
μείρονται, φύζῃ δὲ παλιντροπέες φορέονται.
Τύμματι δ’ ἐπρήσθη φωτὸς δέμας, αἱ δ’ ἀπὸ γυίων
σάρκες ἀπορρείουσι πελιδναί τε ζοφεραί τε·
οὐδέ τις οὐδ’ οἰωνὸς ὑπὲρ νέκυν ἴχνια τείνας,
αἰγυπιοὶ, γῦπές τε, κόραξ τ’ ὀμβρήρεα κρώζων,
οὐδὲ μὲν ὅσσα τε φῦλ’ ὀνομάζεται οὔρεσι θηρῶν.
δαίνυνται· τοῖόν περ ἀυτμένα δεινὸν ἐφίει.
Εἰ δ’ ὀλοὴ βούβρωστις ἀιδρείηφι πελάσσῃ,
αὐτοῦ οἱ θάνατός τε καὶ ὠκέα μοῖρα τέτυκται.
Κῆρα δέ τοι δρυΐναο πιφαύσκεο, τόν τε χέλυδρον
ἐξέτεροι καλέουσιν· ὁ δ’ ἐν δρυσὶν οἰκία τεύξας
ἢ ὅγε που φηγοῖσιν ὀρεσκεύει περὶ βήσσας.
Ὕδρον μιν καλέουσι, μετεξέτεροι δὲ χέλυδρον,
ἔστε βρύα προλιπὼν καὶ ἕλος καὶ ὁμήθεα λίμνην
ἀγρώσσων λειμῶσι μολουρίδας ἢ βατραχῖδας
σπέρχεται ἐκ μύωπος ἀήθεα δέγμενος ὁρμήν,
ἔνθα κατὰ πρέμνον κοίλης ὑπεδύσατο φηγοῦ
ὀξὺς ἀλεὶς, κοῖτον δὲ βαθεῖ ἐνεδείματο θάμνῳ.
Αἰθαλόεις μὲν νῶτα, κάρη γε μὲν ἁρπεδὲς αὔτως
ὕδρῳ ἐισκόμενον· τὸ δ’ ἀπὸ χροὸς ἐχθρὸν ἄηται,
οἷον ὅτε πλαδόωντα περὶ σκύλα καὶ δέρε’ ἵππων
γναπτόμενοι μυδόωσιν ὑπ’ ἀρβήλοισι λάθαργοι.
Ἤτοι ὅταν κώληπας ἢ ἐν ποδὸς ἴχνεϊ τύψῃ,
χρωτὸς ἄπο πνιγόεσσα κεδαιομένη φέρετ’ ὀδμή.
Τοῦ δ’ ἤτοι περὶ τύμμα μέλαν κορθύεται οἶδος·
ἐν δὲ νόον πεδόωσιν ἀλυσθαίνοντος ἀνῖαι
ἐχθόμεναι · χροιὴ δὲ μόγῳ αὐαίνεται ἀνδρός.
ῥινοὶ δὲ πλαδόωσιν ἐπὶ χροΐ, τοῖά μιν ἰὸς
ὀξὺς ἀεὶ νεμέθων ἐπιβόσκεται· ἀμφὶ καὶ ἀχλὺς
ὄσσε κατακρύπτουσα κακοσταθέοντα δαμάζει·
οἳ δέ τε μηκάζουσι, περιπνιγέες τε πέλονται·
οὖρα δ’ ἀπέστυπται· τοτὲ δ’ ἔμπαλιν ὑπνώοντες
ῥέγκουσιν, λυγμοῖσι βαρυνόμενοι θαμέεσσιν,
ἢ ἀπερευγόμενοι ἔμετον χολοειδέα δειρῆς,
ἄλλοτε δ’ αἱματόεντα· κακὴ δ’ ἐπιδίψιος ἄτη
ἐσχατιῇ μογέουσι τρόμον κατεχεύατο γυίοις.