Ancient Greek · ~8 min
Edition urn:cts:greekLit:tlg0022.tlg001.1st1K-grc1, lines 1.524-1.567
Nicander of Colophon, Θηριακά 1.524-567
Not analysed yet
Ἤτοι ὅτ’ ἄνθεα πάντα καὶ ἐκ πτίλα ποικίλα χεύῃ,
οἷόν τ’ ἀσφάλτου ἀπερεύγεται· ἔνθα κολούσας
σπέρμαθ’ ὅσον κύμβοιο τραπεζήεντος ἑλέσθαι
καρδόπῳ ἐντρίψας, πιέειν δ’ ὀφίεσσιν ἀρωγήν.
Νῦν δ’ ἄγε τοι ἐπίμικτα νόσων ἀλκτήρια λέξω.
Θρινακίην μὲν ῥίζαν ἕλευ γυιαλθέα θάψου
σμώξας, ἐν δὲ σπέρμα χυτὸν λευκανθέος ἄγνου,
νῆριν, πηγάνιόν τε περιβρυὲς, ἐν δέ τε θύμβρης
δρεψάμενος βλαστὸν χαμαιευνάδος, ἥ τε καθ’ ὕλην
οἵας θ’ ἑρπύλλοιο περὶ ῥάδικας ἀέξει.
Ἄγρει δ’ ἀσφοδέλοιο διανθέος ἄλλοτε ῥίζαν,
ἄλλοτε καὶ καυλεῖον ὑπέρτερον ἀνθερίκοιο.
πολλάκι δ’ ἐν καὶ σπέρμα, τό τε λοβὺς ἀμφὶς ἀέξει·
ἠὲ καὶ ἑλξίνην, τήν τε κλύβατιν καλέουσιν,
ὕδασι τερπομένην καὶ ἀεὶ θάλλουσαν ἰάμνοις·
πῖνε δ’ ἐνιτρίψας κοτυλήρυτον ὄξος ἀφύσσων
ἢ οἴνης· ῥέα δ’ αὖτε καὶ ὕδατι κῆρας ἀλύξεις.
Ἑσθλὴν δ’ Ἀλκιβίου ἔχιος περιφράζεο ῥίζαν,
τῆς καὶ ἀκανθοβόλος μὲν ἀεὶ περιτέτροφε χαίτη,
λείρια δ’ ὡς ἴα τοῖα περιτρέφει· ἡ δὲ βαθεῖα
καὶ ῥαδινὴ ὑπένερθεν ἀέξεται οὔδεϊ ῥίζα.
Τὸν μὲν ἔχις βουβῶνος ὑπὲρ νεάτοιο χαράξας
ἄντλῳ ἐνυπνώοντα χυτῆς παρὰ τέλσον ἅλωος
εἶθαρ ἀνέπνευσεν καμάτου βίῃ · αὐτὰρ ὃ γαίης
ῥίζαν ἐρυσσάμενος τὸ μὲν ἕρκεϊ θρύψεν ὀδόντων
θηλάζων, τὸ δὲ πέσκος ἑῷ περὶ κάββαλεν ἕλκει.
Ἦ μὴν καὶ πρασίοιο χλοανθέος ἔρνος ὀλόψας
χραισμήσεις ὀφίεσσι πιὼν ἀργῆτι μετ’ οἴνῳ,
ἥ τε καὶ ἀστόργοιο κατείρυσεν οὔθατα μόσχου
πρωτογόνου, στέργει δὲ περισφαραγεῦσα γάλακτι·
τὴν ἤτοι μελίφυλλον ἐπικλείουσι βοτῆρες,
οἱ δὲ μελίκταιναν· τῆς γὰρ περὶ φύλλα μέλισσαι
ὀδμῇ θελγόμεναι μέλιτος ῥοιζηδὸν ἴενται.
Ἠὲ σύ γ’ ἐγκεφάλοιο περὶ σμήνιγγας ἀραιὰς
ὄρνιθος λέψαιο κατοικάδος· ἄλλοτ’ ὀμόρξαις
ψηχρὰ πολύκνημον καὶ ὀρίγανον, ἢ ἀπὸ κάπρου
ἥπατος ἀκρότατον κέρσαι λοβὸν, ὅς τε τραπέζης
ἐκφύεται, νεύει δὲ χολῆς σχεδὸν ἠδὲ πυλάων·
καὶ τὰ μὲν ἂρ σύμμικτα πιεῖν ἢ ἀπ’ ἄνδιχα κόψας
ὄξεος ἢ οἴνης· πλεῖον δ’ ἄκος ἕψεται οἴνῃ.
Ἐν δὲ φόβην ἐρύσασθαι ἀειθαλέος κυπαρίσσου
ἐς ποτὸν, ἢ πάνακες, ἢ κάστορος οὐλοὸν ὄρχιν
ἢ ἵππου, τὸν Νεῖλος ὑπὲρ Σάιν αἰθαλόεσσαν
βόσκει, ἀρούρῃσιν δὲ κακὴν ἐπιβάλλεται ἅρπην·