Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0022.tlg001.1st1K-grc1, lines 1.568-1.609
Nicander of Colophon, Θηριακά 1.568-609
Not analysed yet
ὅς τε καὶ ἐκ ποταμοῖο λιπὼν ζάλον ἰλυόεντα,
χιλοὶ ὅτε χλοάουσι, νέον δ’ ἀπεχεύατο ποίη,
τόσσον ἐπιστείβων λείπει βυθόν, ὁσσάτιόν περ
ἐκνέμεται γενύεσσι παλίσσυτον ὄγμον ἐλαύνων.
Τοῦ μὲν ἀποπροταμὼν δραχμῆς βάρος ἰσοφαρίζειν,
ὕδατι δ’ ἐμπίσαιο, κύτει ἐναολλέα κόψας.
Μηδὲ σύ γ’ ἀβροτόνου ἐπιλήθεο, μηδέ τι δάφνης
καρπὸν ἀραιοτέρης· μάλα δ’ ἂν καὶ ἀμάρακος εἴη
χραισμήεις πρασιῇ τε καὶ ἀνδήροισι χλοάζων·
ἐν δὲ τίθει τάμισον σκίνακος νεαροῖο λαγωοῦ
ἢ προκὸς ἠὲ νεβροῖο πάροιθ’ ἀπὸ λύματα κόψας,
ἢ ἐλάφου νηδὺν, τὸ μὲν ἂρ καλέουσιν ἐχῖνον,
ἄλλοι δ’ ἐγκατόεντα κεκρύφαλον· ὧν ἀπερύσσας
δραχμάων ὅσσον τε δύω καταβάλλεο μοίρας
τέτρασιν ἐν κυάθοις μέθυος πολιοῦ ἐπιμίξας.
Μηδέ σέ γε χραίσμη πολίου λάθοι ἠὲ κέδροιο,
ἄρκευθος, σφαῖραί τε θερειλεχέος πλατάνοιο,
σπέρματα βουπλεύρου τε καὶ Ἰδαίης κυπαρίσσου,
**************
ἠὲ καὶ ἐξ ἐλάφοιο ταμὼν πηρῖνα θοραίην·
πάντα γὰρ ἀλθήσει καὶ ἀθέσφατον ἐκ μόγον ὤσει.
Τὴν δὲ μετ’ ἐξετέρην θανάτου φύξιν τε καὶ ἀλκὴν
φράζεο κουλυβάτειαν ἑλών· τροχαλῷ δ’ ἐνὶ λίγδῳ
σώχειν, ἐν δέ τέ οἱ κοτύλην πτισάνοιο χέασθαι,
ἐν δὲ δύω κυάθεια παλαισταγέος οἴνοιο.
ἐν δὲ καὶ ἀργέσταο λίπευς ἰσόμοιρον ἐλαίου·
φύρσας δὲ πληγῇσι χολοιβόρον ἰὸν ἐρύξεις.
Ἄγρει δ’ ἑξάμορον κοτύλης εὐώδεα πίσσαν,
καὶ χλοεροῦ νάρθηκος ἀπὸ μέσον ἦτρον ὀλόψας,
ἠὲ καὶ ἱππείου μαράθου πολυαυξέα ῥίζαν
κεδρίσιν ἐντρίψας, ἐλεοθρέπτου τε σελίνου
σπέρματα· μεστωθὲν δὲ χάδοι βάθος ὀξυβάφοιο.
Ἔνθα καὶ ἱππείου προταμὼν σπερμεῖα σελίνου,
δραχμάων δὲ δύω σμύρνης ἐχεπευκέος ἄχθη,
ἐν δὲ θερειγενέος καρπὸν κεράσαιο κυμίνου
στήσας ἠὲ χύδην τε καὶ ἄστατον ἀμφικυκήσας·
πῖνε δὲ μιξάμενος κυάθῳ τρὶς ἀφύξιμον οἴνην.
Νάρδου δ’ εὐστάχυος δραχμήιον ἄχθος ἑλέσθαι,
σὺν δὲ καὶ ὀκταπόδην ποταμοῦ ἀποσυληθέντα
καρκίνον ἐνθρύψαιο νεοβδάλτοιο γάλακτος,
ἶριν θ’, ἥν ἔθρεψε Δρίλων καὶ Νάρονος ὄχθαι,
Σιδονίου Κάδμοιο θεμείλιον Ἁρμονίης τε·
ἔνθα δύω δασπλῆτε νομὸν στείβουσι δράκοντες.