Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0022.tlg001.1st1K-grc1, lines 1.91-1.134
Nicander of Colophon, Θηριακά 1.91-134
Not analysed yet
Ψήχεο δ’ ἐν στέρνῳ προβαλὼν μυλόεντι θυείης>
ἐν μέν θ’ ἁβροτάνοιο δύω κομόωντας ὀράμνους
καρδάμου ἀμμίγδην· —ὀδελοῦ δέ οἱ αἴσιος ὁλκή· —
ἐν δὲ χεροπληθῆ καρπὸν νεοθηλέα δαυχνοῦ
λειαίνειν τριπτῆρι· τὰ δὲ τροχοειδέα πλάσσων,
τέρσαι ὑποσκιόεντι βαλὼν ἀνεμώδεϊ χώρῳ·
αὖα δ’ ἐν ὄλπῃ θρύπτε, καὶ αὐτίκα γυῖα λιπαίνοις.
Εἴ γε μὲν ἐκ τριόδοιο μεμιγμένα κνώδαλα χύτρῳ
ζωὰ, νέον θορνύντα, καὶ ἐν θρόνα τοιάδε βάλλῃς,
δήεις οὐλομένῃσιν ἀλεξητήριον ἄταις·
ἐν μὲν γὰρ μυελοῖο νεοσφαγέος ἐλάφοιο
δραχμάων τρίφατον δεκάδος καταβάλλεο βρῖθος,
ἐν δὲ τρίτην μοῖραν ῥοδέου χοὸς, ἥν τε θυωροὶ
πρώτην μεσσατίην τε πολύτριπτον καλέονται·
ἰσόμορον δ’ ὠμοῖο χέειν ἀργῆτος ἐλαίου,
τετράμορον κηροῖο· τὰ δ’ ἐν περιηγέι γάστρῃ
θάλπε κατασπέρχων, ἔστ’ ἂν περὶ σάρκες ἀκάνθης
μελδόμεναι θρύπτωνται· ἔπειτα δὲ λάζεο τυκτὴν
εὐεργῆ λάκτιν, τὰ δὲ μυρία πάντα ταράσσειν
συμφύρδην ὀφίεσσιν· ἑκὰς δ’ ἀπόερσον ἀκάνθας·
καὶ γὰρ ταῖς κακοεργὸς ὁμῶς ἐνιτέτροφεν ἰός.
γυῖα δὲ πάντα λίπαζε καὶ εἰς ὁδὸν, ἢ ἐπὶ κοῖτον,
ἢ ὅταν αὐαλέου θέρεος μεθ’ ἁλώια ἔργα
ζωσάμενος θρίναξι βαθὺν διακρίνεαι ἄντλον.
Εἰ δέ που ἐν δακέεσσιν ἀφαρμάκτῳ χροῒ κύρσῃς>
ἄκμηνος σίτων, ὅτε δὴ κακὸν ἄνδρας ἰάπτει,
αἶψά κεν ἡμετέρῃσιν ἐρωήσειας ἐφετμαῖς.
Τῶν ἤτοι θήλεια παλίγκοτος ἀντομένοισι
δάχματι, πλειοτέρη δὲ καὶ ὁλκαίην ἐπὶ σειρήν·
τούνεκα καὶ θανάτοιο θοώτερος ἵξεται αἶσα.
Ἀλλ’ ἤτοι θέρεος βλαβερὸν δάκος ἐξαλέασθαι
Πληιάδων φάσιας δεδοκημένον, αἵ θ’ ὑπὸ ταύρου
ἀλκαίην ψαίρουσαι ὀλίζωνες φορέονται·
ἢ ὅτε σὺν τέκνοισι θερειομένοισιν ἀβοσκὴς
φωλειοῦ λοχάδην ὑπὸ γωλεὰ διψὰς ἰαύῃ·
ἢ ὅτε λίπτῃσιν μεθ’ ἑὸν νομὸν, ἢ ἐπὶ κοῖτον
ἐκ νομοῦ ὑπνώουσα κίῃ κεκορημένη ὕλης.
Μὴ σύ γ’ ἐνὶ τριόδοισι τύχοις, ὅτε δάχμα πεφυζὼς
περκνὸς ἔχις θυίῃσι τυπῇ ψολόεντος ἐχίδνης·
ἡνίκα θορνυμένου ἔχιος θαλερῷ κυνόδοντι
θουρὰς ἀμὺξ ἐμφῦσα κάρην ἀπέκοψεν ὁμεύνου,
οἱ δὲ πατρὸς λώβην μετεκίαθον αὐτίκα τυτθοὶ
γεινόμενοι ἐχιῆες, ἐπεὶ διὰ μητρὸς ἀραιὴν
γαστέρ’ ἀναβρώσαντες ἀμήτορες ἐξεγένοντο·