Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0022.tlg001.1st1K-grc1, lines 1.135-1.176
Nicander of Colophon, Θηριακά 1.135-176
Not analysed yet
οἴη γὰρ βαρύθει ὑπὸ κύματος, οἱ δὲ καθ’ ὕλην
ὠοτόκοι ὄφιες λεπυρὴν θάλπουσι γενέθλην·
μήδ’ ὅτε ῥικνῆεν φολίδων περὶ γῆρας ἀμέρσας
ἂψ ἀναφοιτήσῃ νεαρῇ κεχαρημένος ἥβῃ·
ἢ ὁπότε σκαρθμοὺς ἐλάφων ὀχεῇσιν ἀλύξας
ἀνδρὸς ἐνισκίμψῃ χολόων γυιοφθόρον ἰόν·
ἔξοχα γὰρ δολιχοῖσι κινωπησταῖς κοτέουσι
νεβροτόκοι καὶ ζόρκες· ἀνιχνεύουσι δὲ πάντη
τρόχμαλά θ’ αἱμασιάς τε καὶ ἰλυοὺς ἐρέθοντες,
σμερδαλέῃ μυκτῆρος ἐπισπέρχοντες ἀυτμῇ.
Ναὶ μὴν καὶ νιφόεσσα φέρει δυσπαίπαλος Ὄθρυς
φοινὰ δάκη, κοίλη τε φάραγξ καὶ τρηχέες ἀγμοὶ,
καὶ λέπας ὑλῆεν· τόθι δίψιος ἐμβατέει σήψ.
Χροιὴν δ’ ἀλλόφατόν τε καὶ οὐ μίαν οἰαδὸν ἴσχει,
αἰὲν ἐειδόμενος χώρῳ, ἵνα χηραμὰ τεύξῃ.
Τῶν οἱ μὲν λιθάδας τε καὶ ἕρμακας ἐνναίοντες
παυρότεροι, τρηχεῖς δὲ καὶ ἔκπυροι· οὔ κεν ἐκείνων
ἀνδράσι δάχμα πέλει μεταμώνιον, ἀλλὰ κάκηθες·
ἄλλος δ’ αὖ κόχλοισι δομὴν ἰνδάλλεται αἴης·
ἄλλῳ δ’ ἐγχλοάουσα λοπὶς περιμήκεα κύκλον
ποικίλον αἰόλλει· πολέες δ’ ἀμάθοισι μιγέντες
σπείρῃ λεπραίνονται ἀλινδόμενοι ψαμάθοισι.
Φράζεο δ’ αὐαλέαις μὲν ἐπιφρικτὴν φολίδεσσιν
ἀσπίδα φοινήεσσαν, ἀμυδρότατον δάκος ἄλλων.
[τῇ μὲν γάρ τε κέλευθος ὁμῶς κατ’ ἐναντίον ἕρπει]
[ἀτραπὸν ὁλκαίην δολιχῷ μηρύγματι γαστρός.]
Ἣ καὶ σμερδαλέον μὲν ἔχει δέμας, ἐν δὲ κελεύθῳ
νωχελὲς ἐξ ὁλκοῖο φέρει βάρος, ὑπναλέῳ δὲ
αἰὲν ἐπιλλίζουσα φαείνεται ἐνδυκὲς ὄσσῳ·
ἀλλ’ ὅταν ἢ δοῦπον νέον οὔασιν ἠέ τιν’ αὐγὴν
ἀθρήσῃ, νωθρὴ μὲν ἀπὸ ῥέθεος βάλεν ὕπνον,
ὁλκῷ δὲ τροχόεσσαν ἅλων εἱλίξατο γαίῃ,
λευγαλέον δ’ ἀνὰ μέσσα κάρη πεφρικὸς ἀείρει.
Τῆς ἤτοι μῆκος μὲν, ὃ κύντατον ἔτρεφεν αἶα,
ὀργυιῇ μετρητόν· ἀτὰρ περιφαίνεται εὖρος,
ὅσσον τ’ αἰγανέης δορατοξόος ἤνυσε τέκτων
εἰς ἐνοπὴν ταύρων τε βαρυφθόγγων τε λεόντων.
Χροιὴ δ’ ἄλλοτε μὲν ψαφαροῖς ἐπιδέδρομε νώτοις
ἢ περὶ μηλινόεσσα καὶ αἰόλος, ἄλλοτε τεφρὴ,
πολλάκι δ’ αἰθαλόεσσα, μελαινομένην ὑπὸ βώλῳ
Αἰθιόπων οἵην τε πολύστονος εἰς ἅλα Νεῖλος
πλησάμενος κατέχευεν ἄσιν, προὔτυψε δὲ πόντῳ.