Ancient Greek · ~1 min
Edition urn:cts:greekLit:tlg0022.tlg001.1st1K-grc1, lines 1.951-1.958
Nicander of Colophon, Θηριακά 1.951-958
Not analysed yet
Καὶ τὰ μὲν ἐν στύπεϊ προβαλὼν πολυχανδέος ὅλμου
μάξαι λαϊνέοισιν ἐπιπλήσσων ὑπέροισιν·
αἶψα δ’ ἐπ’ αὐαλέοισι χέας ἀπαρινέα χυλὸν
ἄμμιγα συμφύρσαιο, καταρτίζοιο δὲ κύκλους
δραχμαίους πλάστιγγι διακριδὸν ἄχθος ἐρύξας,
οἴνης δ’ ἐν δοιῇσι χαδεῖν κοτύλῃσι ταράξας.
Καί κεν Ὁμηρείοιο καὶ εἰσέτι Νικάνδροιο
μνῆστιν ἔχοις, τὸν ἔθρεψε Κλάρου νιφόεσσα πολίχνη.