Ancient Greek · ~8 min
Edition urn:cts:greekLit:tlg0022.tlg001.1st1K-grc1, lines 1.909-1.950
Nicander of Colophon, Θηριακά 1.909-950
Not analysed yet
ἠὲ σύ γ’ ἕρπυλλον κεροειδέα, πολλάκι κρῆθμον,
ἢ ποίην κυπάρισσον ἀμέργεο, σὺν δὲ καὶ αὐτοῖς
ἄννησον Λιβυκάς τε ποτῷ ἐνικνήθεο ῥίζας.
Ὧν σὺ τότ’ ἀμμίγδην, τοτὲ δ’ ἄνδιχα πίνεο θρύψας
ἐν κελέβῃ, κεράσαι δὲ σὺν ὄξεϊ, πολλάκι δ’ οἴνῃ
ἢ ὕδατι· χραισμεῖ δὲ καὶ ἐνθρυφθέντα γάλακτι.
Ἢν δέ σ' ὁδοιπλανέοντα καὶ ἐν νεμέεσσιν ἀνύδροις
νύχμα κατασπέρχῃ, βεβαρημένος αὐτίκα ῥίζας
ἢ ποίην ἢ σπέρμα παρ’ ἀτραπιτοῖσι χλοάζον
μαστάζειν γενύεσσιν, ἀμελγόμενος δ’ ἀπὸ χυλὸν
τύμμασιν ἡμίβρωτα βάλοις ἔπι λύματα δαιτὸς,
ὄφρα δύην *********ἀλύξῃς.
Ναὶ μὴν καὶ σικύην χαλκήρεα λοιγέι τύψει
προσμάξας ἰόν τε καὶ ἀθρόον αἷμα κενώσεις,
ἠὲ κράδης γλαγόεντα χέας ὀπὸν, ἠὲ σίδηρον
καυστειρῆς θαλφθεῖσαν ὑπὸ στέρνοισι καμίνου.
Ἄλλοτε φορβάδος αἰγὸς ἐνίπλειον δέρος οἴνης
χραισμήσει τημοῦτος, ἐπὴν σφυρὸν ἢ χέρα κόψῃ·
ἀσκοῦ ἔσω βαρύθοντα μέσου διὰ πῆχυν ἐρεῖσαι
ἢ σφυρὸν, ἀσκοδέταις δὲ πέριξ βουβῶνας ἑλίξεις,
εἰσόκε τοι μένος οἴνου ἀπὸ χροὸς ἄλγος ἐρύξῃ.
Δήποτε καὶ βδέλλας κορέσαις ἐπὶ τύμμασι βόσκων,
ἢ ἀπὸ κρομμυόφι στάζων ὀπὸν, ἄλλοτε δ’ οἴνης
μίγδην ἐν πυράθοισι χέας τρύγα φυρήσασθαι
ἢ ὄξευς, νεαλεῖ δὲ πάτῳ περὶ τύψιν ἑλίξαις.
Ὄφρα δὲ καὶ πάσῃσιν ἀλεξητήριον ἄταις
τευξόμενος πεπύθοιο, —τό τοι μέγα κρήγυον ἔσται,
ἦμος ὅτε θρόνα πάντα μιῇ ὑπὸ χειρὶ ταράξῃς·
ἐν μὲν ἀριστολόχεια, καὶ ἴριδος, ἐν δέ τε νάρδου
ῥίζαι, χαλβανίδες τε σὺν αὐαλέεσσι πυρέθροις
εἶεν, δαυκείου τε παναλθέος, ἐν δὲ βρυώνης,
σὺν δέ τε ῥίζεα χαῦνα νεωρυχέος γλυκυσίδης,
κάρφεά τ’ ἐλλεβόρου μελανόχροος, ἄμμιγα δ’ ἀφρὸς
λίτρου· σὺν δὲ κύμινα χέαις βλαστόν τε κονύζης,
ἄμμιγα δ’ ἀγροτέρης σταφίδος λέπος· ἶσα δὲ δάφνης
σπερμεῖα, κύτισόν τε, κατακνήθειν τε χαμηλὴν
ἵππειον λειχῆνα, καὶ ἐν κυκλάμινον ἀγείρας·
ἐν καὶ μήκωνος φιαρῆς ὀπὸν, ἀμφὶ καὶ ἄγνου
σπέρματα, βάλσαμον τε καὶ ἐν κινάμοιο βαλέσθαι,
σὺν καὶ σφονδύλειον, ἁλός τ’ ἐμπληθέα κύμβην,
ἄμμιγα καὶ τάμισον καὶ καρκίνον· ἀλλ’ ὁ μὲν εἴη
πτωκὸς, ὁ δ’ ἐν ποταμοῖσι πολυστίοισι νομάζων.