Ancient Greek
Edition urn:cts:greekLit:tlg0022.tlg002.1st1K-grc1, lines 1.264-1.307
Nicander of Colophon, Αλεξιφάρμακα 1.264-307
Not analysed yet
ἦ μὴν πουλυγόνοιο τοτὲ βλαστήματ’ ἀρήξει,
ἄλλοτε δὴ ῥιζεῖα καθεψηθέντα γάλακτι.
σὺν δὲ καὶ ἀμπελόεις ἕλικας ἐνθρύπτεο νύμφαις,
ἴσως καὶ βατόεντα περὶ πτορθεῖα κολούσας.
καί τε σὺ γυμνώσειας ἐυτρεφέος νέα τέρφη
καστηνοῦ, καρύοιο λαχυφλοίοιο κάλυμμα,
νείαιραν τόθι σάρκα περὶ σκύλος αὖον ὀπάζει
δυσλεπέος καρύοιο, τὸ Καστανὶς ἔτρεφεν αἶα.
ῥεῖα δὲ νάρθηκος νεάτην ἐξαίνυσο νηδὺν,
ὅς τε Προμηθείοιο κλοπὴν ἀνεδέξατο φώρης·
σὺν δὲ καὶ ἑρπύλλοιο φιλοζώοιο πέτηλα,
εὐφίμου τ’ ἀπὸ καρπὸν ἅλις καταβάλλεο μύρτου·
ἢ καί που σιδόεντος ἀποβρέξαιο κάλυμμα
καρπείου, μιγάδην δὲ βαλὼν ἐμπίσεο μήλοις,
ὄφρ’ ἂν ἔπι στῦφόν τι ποτῷ, νοῦσον δὲ κεδάσσεις.
Ἰξιόεν δέ σε μή τι δόλῳ παρὰ χείλεσι πῶμα
οὐλόμενον λήσειεν, ὅ τ’ ὠκιμοειδὲς ὄδωδε.
τοῦ μὲν ὑπὸ γλώσσης νέατος τρηχύνεται ὁλκὸς
νέρθεν ἐπιφλεγέθων, τὸ δέ οἱ ἀμπάζεται ἦτορ·
λυσσηθεὶς γλῶσσαν δὲ καταπρίει κυνοδόντι,
δὴ γὰρ ὅτ’ ἔμπληκτος φρένα δάμναται· ἀμφὶ δὲ δοιοὺς
εἰκῇ ἐπιφράσσουσα πόρους τυφλώσατο νηδὺς
ὑγρῶν τε βρωτῶν τε, καταπνίγουσα δὲ πνεῦμα
ἐντὸς ὑποβρομέει, ὀλίγῳ δ’ ἐνελίσσεται ὄγμῳ
πολλάκι δὴ βροντῇσιν ἀνομβρήεντος ὀλύμπου
εἰδόμενον, τοτὲ δ’ αὐτε κακοῖς ῥόχθοισι θαλάσσης,
οἵοις πετραίῃσιν ὑποβρέμεται σπιλάδεσσι.
τῷ καὶ στρευγομένῳ περ ἀνήλυθεν ἐκ καμάτοιο
πνεῦμα μόλις, πόσιες δὲ παραυτίκα λύματ’ ἔχευαν
φαρμακόεις ὠοῖσιν ἀλίγκια, τοῖά τε βοσκὰς
ὀρταλὶς αἰχμητῇσιν ὑπευνασθεῖσα νεοσσοῖς
ἄλλοτε μὲν πληγῇσι νέον θρομβήια γαστρὸς
ἔκβαλεν ἐν μήνιγξιν ἀνόστεα, πολλάκι νούσῳ
δαμναμένη δύσποτμον ὑπὲκ γόνον ἔκχεε γαίῃ.
Τῷ μέν τ’ εὐβραχέος ἀψινθίου ἄλγος ἐρύξει
ἐνστῦφον πόμα κεῖνο νεοθλίπτῳ ὑπὸ γλεύκει·
καί ποτε ῥητίνην τερμινθίδα, πολλάκι πεύκης,
πολλάκι καὶ πίτυος γοερῆς ἀπὸ δάκρυα τμήξαις,
Μαρσύου ἧχί τε Φοῖβος ἀπὸ φλόα δύσατο γυίων,
ἣ δὲ μόρον πολύπυστον ἐπαιάζουσα κατ’ ἄγκη
οἴη συνεχέως ἀδινὴν ἀναβάλλεται ἠχήν.
ἆσαι δ’ ἢ πολίοιο μυοκτόνου ἀργέος ἄνθην,
ἢ ἔτι καὶ ῥυτῆς πεδανὰς ἀπαμέργεο βλάστας,
νάρδον, λιμναίου τε χαδὼν ἀπὸ κάστορος ὄρχιν·