Ancient Greek
Edition urn:cts:greekLit:tlg0022.tlg002.1st1K-grc1, lines 1.308-1.352
Nicander of Colophon, Αλεξιφάρμακα 1.308-352
Not analysed yet
ἢ ὀδελὸν κνηστῆρι κατατρίψαιο χαρακτῷ
σιλφίου, ἄλλοτε δ’ ἶσον ἀποτμήξειας ὀποῖο.
πολλάκι δ’ ἀγροτέρης τραγοριγάνου ἠὲ γάλακτος
πηγνυμένου κορέοιτο νεημέλκτῃ ἐνὶ πέλλῃ.
Ἢν δέ τις ἀφροσύνῃ ταύρου νέον αἷμα πάσηται,
στρευγεδόνι προδέδουπε δαμαζόμενος καμάτοισιν,
ἦμος πιλνάμενον στέρνοις κρυσταίνεται εἶαρ
ῥεῖα, θρομβοῦται δὲ μέσῳ ἐνὶ τεύχεϊ γαστρός·
φράσσονται δὲ πόροι, τὸ δὲ θλίβεται ἔνδοθι πνεῦμα
αὐχένος ἐμπλασθέντος, ὃ δὲ σπαδόνεσσιν ἀλύων
δηθάκις ἐν γαίῃ σπαίρει μεμορυχμένος ἀφρῷ.
Τῷ μέν τ’ ἢ ὀπόεντας ἀποκραδίσειας ἐρινοὺς,
ὄξει δ’ ἐμπίσαιο, τὸ δ’ ἀθρόον ὕδατι μίξαις
συγκεράων νύμφας τε καὶ ἐνστῦφον ποτὸν ὄξευς,
ἠὲ καὶ ἐκβδήλαιο καταχθέος ἕρματα γαστρός.
καί τε σὺ πυετίην ὀθόνης πολυωπέι κόλπῳ
φύρσιμον ἠθήσαιο, τοτὲ προκὸς, ἄλλοτε νεβροῦ,
ἢ ἐρίφου, τοτὲ δ’ ἂν σὺ καὶ εὐσκάρθμοιο λαγωοῦ
αἰνύμενος μογέοντι φέροις εὐαλθέ’ ἀρωγήν.
ἠὲ λίτρου στήδην ὀδελοῦ πόρε τριπλόον ἄχθος
εὐτριβέος, κίρνα δὲ ποτῷ ἐνδευκέι Βάκχου,
ἐν καὶ σιλφιόεσσαν ὁποῖό τε μοιρίδα λίτρην,
καὶ σπέραδος κραμβῆεν ἄδην μεμορυχμένον ὄξει.
ἆσαι δὲ ῥάδικα κακοχλοίοιο κονύζης
ἢ πέπεριν, τά τε βλαστὰ κατασμώξαιο βάτοιο,
καί κεν πηγνυμένοιο χύσιν διὰ ῥεῖα κεδάσσαις
ἠὲ διαθρύψειας ἐν ἄγγεσιν ἑστηκυῖαν.
Μὴ μὲν ἐπαλγύνουσα πόσις βουπρήστιδος ἐχθρῆς
λήσειεν, σὺ δὲ φῶτα δαμαζόμενον πεπύθοιο.
Ἣ δ’ ἤτοι λίτρῳ μὲν ἐπιχρώζουσα χαλινὰ
εἴδεται ἐμβρυχθεῖσα, βαρύπνοος· ἀμφὶ δὲ γαστρὸς
ἄλγεα δινεύοντα περὶ στομάτεσσιν ὄρωρεν·
οὖρα δὲ τυφλοῦται, νεάτη δ’ ὑπὸ κύστις ὀρεχθεῖ·
πᾶσα δέ οἱ νηδὺς διαπίμπραται, ὡς ὁπόθ’ ὕδρωψ
τυμπανόεις ἀνὰ μέσσον ἀφυσγετὸς ὀμφαλὸν ἵζει·
ἀμφὶ δέ οἱ γυίοις τετανὸν περιφαίνεται ἔρφος.
Ἣ καί που δαμάλεις, ἐριγάστορας ἄλλοτε μόσχους
πίμπραται, ὁππότε θῆρα νομαζόμενοι δατέονται·
τούνεκα τὴν βούπρηστιν ἐπικλείουσι νομῆες.
Τῷ δὲ καὶ εὐκραδέος τριέτει ἐν νέκταρι μίξαις
συκέης αὐανθεῖσαν ἅλις πόσιν ὀμφαλόεσσαν,
ἢ ἔτι καὶ σφύρῃ μιγάδην τεθλασμένα κόψας
ἐν πυρὶ τηξάμενος πορέειν ἀλκτήρια νούσων.
καί κε μελιζώροιο νέον κορέσαιο ποτοῖο
ἀνέρα λαιμάσσοντα, τοτὲ γλάγος εἰν ἑνὶ χεύας·