Ancient Greek
Edition urn:cts:greekLit:tlg0022.tlg002.1st1K-grc1, lines 1.527-1.572
Nicander of Colophon, Αλεξιφάρμακα 1.527-572
Not analysed yet
Ἀλλὰ σύ γ’ ἢ ῥαφάνοιο πόροις σπειρώδεα κόρσην.
ἢ ῥυτῆς κλώθοντα περὶ σπάδικα κολούσας,
πολλάκι καὶ χαλκοῖο πάλαι μεμογηότος ἄνθην·
ἄλλοτε κληματόεσσαν ἐν ὄξεϊ θρύπτεο τέφρην·
δήποτε ῥιζάδα τρῖβε πυρίτιδα βάμματι χραίνων
ἢ λίτρον, τοτὲ φύλλον ἐναλδόμενον πρασιῇσι
καρδαμίδος, Μῆδόν τε καὶ ἐμπρίοντα σίνηπυν.
σὺν δὲ καὶ οἰνηρὴν φλογιῇ τρύγα τεφρώσαιο
ἠὲ πάτον στρουθοῖο κατοικάδος· ἐκ δὲ βαρεῖαν
χεῖρα κατεμματέων ἐρύγοι λωβήμονα κῆρα.
Ἢν δὲ λιπορρίνοιο ποτὸν δυασάλυκτον ἰάψῃ
φαρμακίδος σαύρης πανακηδέος, ἣν σαλαμάνδρην
κλείουσιν, τὴν οὐδὲ πυρὸς λωβήσατο λιγνύς,
αἶψα μὲν ἐπρήσθη γλώσσης βάθος, ἂψ δ’ ὑπὸ μάλκης
δάμνανται, βαρύθων δὲ κακὸς τρόμος ἅψεα λύει·
οἳ δὲ περισφαλόωντες ἅτε βρέφος ἑρπύζουσι
τετραποδί· νοεραὶ γὰρ ἀπὸ φρένες ἀμβλύνονται·
σάρκα δ’ ἐπιτροχόωσαι ἀολλέες ἄκρα πελιδναὶ
σμώδιγγες στίζουσι κεδαιομένης κακότητος.
Τῷ δὲ σὺ πολλάκι μὲν πεύκης ἀπὸ δάκρυ’ ἀμέρξας
τενθρήνης ἀναμίγδα πόροις ἐν πίοσιν ἔργοις·
ἠὲ χαμαιπίτυος βλαστήμονος ἄμμιγα κώνοις
φύλλα καθεψήσειας, ὅσους ἐθρέψατο πεύκη·
ἄλλοτε δὲ σπέραδος κνίδης μυλοεργέι μίσγων
τερσαίνοις ὀρόβοιο παλήματι· καί ποτε κνίδην
ἑψαλέην κρίμνοισι παλυνάμενος ψαθυροῖσιν
εὖ λίπεϊ χραίνοιο, βορῆς δ’ ἀέκοντα κορέσκοις.
ναὶ μὴν ῥητίνη τε καὶ ἱερὰ ἔργα μελίσσης
ῥίζα τε χαλβανόεσσα καὶ ὤεα θιβρὰ χελύνης
ἀλθαίνει, τοτὲ νέρθε πυρὸς ζαφέλοιο κεραίης
[ἀλθαίνει καὶ γέντα συὸς φλιδόωντος ἀλοιφῇ]
ἀμμίγδην ἁλίοιο καθεψηθέντα χελύνης
γυίοις, ἥ τ’ ἀκιρῇσι διαπλώει πτερύγεσσιν,
ἄλλοτε δ’ οὐρείης κυτισηνόμου, ἥν τ’ ἀκάκητα
αὐδήεσσαν ἔθηκεν ἀναύδητόν περ ἐοῦσαν
Ἑρμείης· σαρκὸς γὰρ ἀπ’ οὖν νόσφισσε χέλειον
αἰόλον, ἀγκῶνας δὲ δύω παρετείνατο πέζαις.
καί τε σύ γ’ ἢ γερύνων λαιδροὺς δαμάσαιο τοκῆας,
ἄμμιγα δὲ ῥίζας ἠρυγγίδας, ἢ καὶ ἐπαρκὲς
θάλπε βαλὼν χύτρῳ σκαμμώνιον. οἷσι κορέσκοις
ἀνέρα, καὶ θανάτοιο πέλας βεβαῶτα σαώσεις.
Ἤν γε μὲν ἐκ φρυνοῖο θερειομένου ποτὸν ἴσχῃ
ἢ ἔτι καὶ κωφοῖο λαχειδέος, ὃς ποτὶ θάμνοις
εἴαρι προσφύεται μορόεις λιχμώμενος ἔρσην, —
τῶν ἤτοι θερόεις μὲν ἄγει χλόον ἠύτε θάψου,
γυῖα δὲ πίμπρησιν, τὸ δὲ συνεχὲς ἀθρόον ἄσθμα
δύσπνοον ἐκφέρεται, παρὰ χείλεσι δ’ ἐχθρὸν ὄδωδεν.