Ancient Greek
Edition urn:cts:greekLit:tlg0022.tlg002.1st1K-grc1, lines 1.573-1.617
Nicander of Colophon, Αλεξιφάρμακα 1.573-617
Not analysed yet
ἀλλὰ σὺ τῷ βατράχοιο καθεφθέον ἠὲ καὶ ὀπτὴν
σάρκα πόροις, ὁτὲ πίσσαν ἐν ἡδέι μίγμενος οἴνῃ·
καί τε σπλὴν ὀλοοῖο κακὸν βάρος ἤρκεσε φρύνης,
λιμναίης φρύνης πολυαλγέος, ἥ τ’ ἐνὶ φύκει
πρῶτον ἀπαγγελέουσα βοᾷ θυμάρμενον εἶαρ.
αὐτὰρ ὅ γ’ ἄφθογγός τε καὶ ἐν δονάκεσσι θαμίζων
πολλάκι μὲν πύξοιο χλόον κατεχεύατο γυίοις,
ἄλλοτε δ’ ὑγραίνει χολόεν στόμα· καί ποτε λυγμοὶ
ἀνέρα καρδιόωντα θαμειότεροι κλονέουσι·
δὴν δὲ κατικμάζων ἄγονον σπόρον ἄλλοτε φωτὸς,
πολλάκι θηλυτέρης σκεδάων γυίοισι τέλεσκε.
ναὶ μὴν τοῖς ὁτὲ νέκταρ ἀφυσγετὸν ἐν δεπάεσσι
χεύαις, εἰς ἔμετον δὲ καὶ οὐ χατέοντα πελάζοις,
ἠὲ πίθου φλογιῇ θάλψας κύτος αἰὲν ἐναλθῆ
ἀνέρα θερμάσσαιο, χέαι δ’ ἀπὸ νήχυτον ἱδρῷ·
καί τε καὶ αὐξηρῶν δονάκων ἀπὸ ῥίζεα κόψας
οἴνῃ ἐπεγκεράσαιο, τὰ δή ῥ’ ὑποτέτροφε λίμνη
οἰκείη, τόθι λεπτὰ διὲκ πόσιν ἑρπετὰ νήχει,
ἠὲ φιλοζώοιο κυπειρίδος ἠὲ κυπείρου,
αὐτόν τ’ ἠνεκέεσσι τρίβοις πανάπαστον ἐδωδῆς
καὶ πόσιος ξήραινε, κατατρύσαιο δὲ γυῖα.
Ἐχθραλέον δέ σε μή τι λιθάργυρος ἀλγινόεσσα
λήσειεν τότε γαστρὶ πέσῃ βάρος, ἀμφὶ δὲ μέσσον
πνεύματ’ ἀνειλίσσοντα κατ’ ὀμφάλιον βρομέῃσιν,
οἷά περ εἰλίγγοιο δυσαλθέος, ὅς τε δαμάζει
ἀνέρας ἀπροφάτοισιν ἐνιπλήσσων ὀδύνῃσιν.
οὐ μὲν τῶν γ’ οὔρων ἄνυται ῥύσις, ἀμφὶ δὲ γυῖα
πίμπραται, αὐτάρ που μολίβῳ εἰδήνατο χροιή.
Τῷ δ’ ὁτὲ μὲν σμύρνης ὀδελοῦ πόρε διπλόον ἄχθος,
ἄλλοτε δ’ ὁρμίνοιο νέην χύσιν, ἄλλοτε κόψαις
οὐρείην ὑπέρεικον, ὅθ’ ὑσσώπου ὀροδάμνους,
πολλάκι δ’ ἀγριόεντα κράδην, σπέραδός τε σελίνου
Ἴσθμιον, ᾧ θ’ ὑπὸ κοῦρον ἀλίβλαπτον Μελικέρτην
Σισυφίδαι κτερίσαντες ἐπηέξησαν ἀέθλους.
ἠὲ σύ γ’ ἐν πέπεριν ῥυτῇ συνομήρεα φώξας
οἴνῳ ἐνιτρίψαιο, κακῆς δ’ ἀπερύκεο νούσου,
κύπρου τε βλαστεῖα νεανθέα, πολλάκι σίδης
πρωτόγονον κυτίνοιο πόροις ἀνθήμονα καρπόν.
[Μὴ μὲν δὴ σμῖλον σὺ κακὴν ἐλατηίδα μάρψαις
Οἰταίην, θανάτοιο πολυκλαύτοιο δότειραν,
ἥν τε καὶ ἐμπλείουσα χαλικροτέρη πόσις οἴνης
οἴη ἐπαλθήσειε παραχρέος, ἡνίκα φωτὸς
ἴσθμια καὶ φάρυγος στεινὴν ἐμφράσσεται οἶμον.]
[Καὶ τὰ μὲν οὖν Νίκανδρος ἑῇ ἐνικάτθετο βίβλῳ
μοχθήεντα μύκητα παρ’ ἀνέρι φαρμακόεντα.