Ancient Greek
Edition urn:cts:greekLit:tlg0022.tlg002.1st1K-grc1, lines 1.618-1.630
Nicander of Colophon, Αλεξιφάρμακα 1.618-630
Not analysed yet
Πρὸς δ’ ἔτι τοῖς, Δίκτυννα τεῆς ἐχθήρατο κλῶνας
Ἥρη τ’ Ἰμβρασίη μούνη στέφος οὐχ ὑπέδεκτο
κάλλεος, οὕνεκα Κύπριν, ὅτ’ εἰς ἔριν ἠέρθησαν
ἀθάναται, κόσμησεν ἐν Ἰδαίοισιν ὄρεσσι, —
τῆς σύ γ’ ἀπ’ εὐύδροιο νάπης, εὐαλθὲς ὄνειαρ.
καρπὸν πορφυρόεντα συναλδέα χειμερίῃσιν
ἠελίου θαλφθέντα βολαῖς δοίδυκι λεήνας
χυλὸν ὑπὲκ λεπτῆς ὀθόνης ἢ σχοινίδι κύρτῃ
ἐκθλίψαντα πορεῖν κυάθου κοτυληδόνα πλήρη
ἢ πλεῖον, πλεῖον γὰρ ὀνήιον· —οὐ γὰρ ἀνιγρὸν
πῶμα βροτοῖς· —τόδε γάρ τε καὶ ἄρκιον, αἴκε πίῃσθα.]
Καί κ’ ἔνθ’ ὑμνοπόλοιο καὶ εἰσέτι Νικάνδροιο
μνῆστιν ἔχοις, θεσμὸν δὲ Διὸς ξενίοιο φυλάσσοις.